Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/126

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

καὶ Λητοῦς ἀξιωθεὶς, ὁμοίως καὶ τὸ θηρίον
τοῦ εἶναι μνημόσυνον καὶ τῆς πράξεως.



5.

Diodorus iv. 85. 

ἔνιοι δὲ λέγουσιν σεισμῶν
μεγάλων γενομένων διαρραγῆναι τὸν αὐχένα τῆς
ἠπείρου καὶ γενέσθαι τὸν πορθμὸν, διειργούσης
τῆς θαλάσσης τὴν ἤπειρον ἀπὸ τῆς νήσου.
Ἡσίοδος δὲ ὁ ποιητής φησι τοὐναντίον,
ἀναπεπταμένου τοῦ πελάγους Ὠρίωνα προσχῶσαι
τὸ κατὰ τὴν Πελωρίδα κείμενον ἀκρωτήριον καὶ
τὸ τέμενος τοῦ Ποσειδῶνος κατασκευάσαι τιμώμενον
ὑπὸ τῶν ἐγχωρίων διαφερόντως· ταῦτα δὲ
διαπραξάμενον εἰς Εὔβοιαν μεταναστῆναι κἀκεῖ
κατοικῆσαι· διὰ δὲ τὴν δόξαν ἐν τοῖς κατ᾿ οὐρανὸν
ἄστροις καταριθμηθέντα τυχεῖν ἀθανάτου μνήμης.


ΧΕΙΡΩΝΟΣ ΥΠΟΘΗΚΑΙ
1.

Scholiast on Pindar, Pyth. vi. 19.

Εὖ νῦν μοι τάδ᾿ ἕκαστα μετὰ φρεσὶ πευκαλίμῃσι
 φράζεσθαι· πρῶτον μέν, ὅτ᾿ ἂν δόμον εἰσαφίκηαι,
 ἐρδέμεν ἱερὰ καλὰ θεοῖς αἰειγενέτῃσιν.


2.

Plutarch Mor. 1034 E.
  

μηδὲ δίκην δικάσῃς, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς

72