Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/216

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

παντοῖ', οὐκ ὀνομαστά, τάμιν καὶ ἔπειτα δόλωσε
 βουλῇ Ἀθηναίης.

11.

Stephanus of Byzantium, s.v.Γερηνία.
κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς
ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ
ξεῖνος ἐὼν ἐτύχησε παρ' ἱπποδάμοισι Γερηνοῖς.
   *     *     *     *
Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ.

12.

Eustathius, Hom. 1796. 39.
Τηλεμάχῳ δ' ἄρ' ἔτικτεν ἐύζωνος Πολυκάστη,
Νέστορος ὁπλοτάτη κούρη Νηληιάδαο.
Περσέπολιν μιχθεῖσα διὰ χρυσῆν Ἀφροδίτην.

13.

Scholiast on Homer, Od. xii. 69. Τυρὼ ἡ Σαλμωνέως
ἔχουσα δύο παῖδας ἐκ Ποσειδῶνος, Νηλέα
τε καὶ Πελίαν, ἔγημε Κρηθέα· καὶ ἴσχει παῖδας
ἐξ αὐτοῦ τρεῖς, Αἴσονα καὶ Φέρητα καὶ Ἀμυθάονα.
Αἴσονος δὲ καὶ Πολυμήδης καθ᾿ Ἡσίοδον γίνεται
Ἰάσων.
 Αἴσων, ὃς τέκεθ' υἱὸν Ἰήσονα, ποιμένα λαῶν,
 ὃν Χείρων ἔθρεψ' ἐνὶ Πηλίῳ ὑλήεντι.

14.

Petrie Papyri (ed. Mahaffy), Pl. III. 3.
ἀγακλε]ιτοῖο ἄνακτος
ποδώκης δῖ' Ἀταλάντη
Σχοινῆος θυγάτηρ,] Χαρίτων ἀμαρύγματ' ἔχουσα,
ὡραίηπερ ἐοῦσ' ἀπ]αναίνετο φῦλον ὁμοῖον
ἀνδρῶν βουλομένη φεύγε]ιν γάμον ἀλφηστάων.

162