Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/430

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς; 165
αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη,
βουκολέων
[1] ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι
νῶι μετ᾽ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι
αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ᾽, ὡς σὺ κελεύεις.
βέλτερον ἤματα πάντα μετ᾽ ἀθανάτοις ὀαρίζειν, 170
πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα
ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς,
κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.
εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε
πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι. 175
εἰ δέ μ᾽ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·
ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας
πορθήσω καὶ χρυσόν, ἅλις τ᾽ αἴθωνα σίδηρον 180
καὶ πολλὴν ἐσθῆτα· σὺ δ᾽ ὄψεαι, αἴ κ᾽ ἐθέλῃσθα.
 Ὣς οἳ μέν ῥ᾽ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
υἱός τ᾽ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
Ἠὼς δ᾽ ἠριγένεια φόως θνητοῖσι φέρουσα
ὤρνυτ᾽ ἀπ᾽ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων
Ὀγχηστόνδ᾽ ἀφίκανε κιών, πολυήρατον ἄλσος 186
ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα
κνώδαλον εὗρε νέμοντα παρ᾽ ἔξοδον ἕρκεος αὐλῆς.
[2]
τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·
  Ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος, 190
βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ᾽ ἱκάνω,
πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,
ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ᾽ ἄλλων

  1. Ludwich : βουλεύων, MlSS.
  2. Tr.: παρὲξ ὀδοὒ ἕρκος ἀλωῆς, MSS.
376