Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/550

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

2.

Tzetzes, Chil. xiii. 638.
Στασῖνος ὁ τὰ Κύπρια συγγράμματα ποιήσας
ἅπερ οἱ πλείους λέγουσι Ὁμήρου πεφυκέναι
εἰς προῖκα δὲ σὺν χρήμασι δοθῆναι τῷ Στασίνῷ.

3.

Schol. on Homer, Il. i. 5.
ἦν ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζομένων περ
[ἀνθρώπων ἐβάρυνε] βαθυστέρνου πλάτος αἴης,
Ζεὺς δὲ ἰδὼν ἐλέησε καὶ ἐν πυκιναῖς πραπίδεσσι
σύνθετο κουφίσαι ἀνθρώπων παμβώτορα γαῖαν,
ῥιπίσσας πολέμου μεγάλην ἔριν Ἰλιακοῖο
ὄφρα κενώσειεν θανάτου βάρος· οἱ δʼ ἐνὶ Τροίῃ
ἥρωες κτείνοντο· Διὸς δʼ ἐτελείετο βουλή.

4.

Volamina Herculan. ii. viii. 105. ὁ δὲ τὰ Κύπρια
ποιήσας Ἥρᾳ χαριζομένην φεύγειν αὐτοῦ τὸν
γάμον, Δία δὲ ὀμοσαι χολωθέντα διότι θνητῷ
συνοικίσει.

5.

Schol. on Il. xvii. 140. κατὰ γὰρ τὸν Πηλέως
καὶ Θέτιδος γάμον οἱ θεοὶ συναχθέντες εἰς τὸ
Πήλιον ἐπʼ εὐωχίᾳ ἐκόμιζον Πηλεῖ δῶρα, Χείρων
δὲ μελίαν εὐθαλῆ τεμὼν εἰς δόρυ παρέσχεν. φασὶ
μὲν Ἀθηνᾶν ξέσαι αὐτὸ, Ἥφαιστον δὲ
κατασκευάσαι ... ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια
ποιήσαντι.

6.

Athenaeus, xv. 682 D, F. ἀνθῶν δὲ στεφανωτικῶν
μέμνηται ὁ μὲν τὰ Κύπρια πεποιηκὼς Ἡγησίας ἣ

496