Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/560

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

22.

Clement of Alexandria, Stromateis vii. 2. 19. πάλιν
Στασίνου εἰπόντος
 νήπιος ὃς πατέρα κτείνας παῖδας καταλείπει.


ΑΙΘΙΟΠΙΣ

1.

Proclus, Chrestomathia, ii. Ἐπιβάλλει δὲ τοῑς
προειρημένοις (
sc. Κυπρίοις) ἐν τῇ πρὸ ταύτης
βίβλῳ Ἰλιὰς Ὁμήρου, μεθ᾿ ἥν ἐστιν Αἰθιοπίδος
βιβλία ε΄ Ἀρκτίνου Μιλησίου περιέχοντα τάδε.
Ἀμαζὼν Πενθεσίλεια παραγίνεται Τρωσὶ
συμμαχήσουσα, Ἄρεως μὲν θυγάτηρ, Θρᾷσσα δὲ τὸ
γένος· καὶ κτείνει αὐτὴν ἀριστεύουσαν Ἀχιλλεύς,
οἱ δὲ Τρῶες αὐτὴν θάπτουσι. καὶ Ἀχιλλεὺς
Θερσίτην ἀναιρεῖ λοιδορηθεὶς πρὸς αὐτοῦ καὶ
ὀνειδισθεὶς τὸν ἐπὶ τῇ Πενθεσιλείᾳ λεγόμενον
ἔρωτα. καὶ ἐκ τούτου στάσις γίνεται τοῖς Ἀχαιοῖς
περὶ τοῦ Θερσίτου φόνου. μετὰ δὲ ταῦτα Ἀχιλλεύς
εἰς Λέσβον πλεῖ, καὶ θύσας Ἀπόλλωνι καὶ
Ἀρτέμιδι καὶ Λητοῖ καθαίρεται τοῦ φόνου ὑπ᾿
Ὀδυσσέως.
 Μέμνων δὲ ὁ Ἠοῦς υἱὸς ἔχων ἡφαιστότευκτον
πανοπλίαν παραγίνεται τοῑς Τρωσὶ βοηθήσων·
καὶ Θέτις τῷ παιδὶ τὰ κατὰ τὸν Μέμνονα προλέγει.
καὶ συμβολῆς γενομένης Ἀντίλοχος ὑπὸ
Μέμνονος ἀναιρεῖται, ἔπειτα Ἀχιλλεὺς Μέμνονα
κτείνει· καὶ τούτῳ μὲν Ἠὠς παρὰ Διὸς αἰτησαμένη
ἀθανασίαν δίδωσι· τρεψάμενος δ᾿ Ἀχιλλεὺς
τοὺς Τρῶας καὶ εἰς τὴν πόλιν συνεισπεσὼν ὑπὸ

506