Λυσιστράτη

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Λυσιστράτη
Συγγραφέας:


(έκδοση F.W. Hall - W.M. Geldart, Clarendon Press, Oxford. 1907)
 

Λυσιστράτη
ἀλλ᾽ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
ἢ ᾽ς Πανὸς ἢ ᾽πὶ Κωλιάδ᾽ ἢ ᾽ς Γενετυλλίδος,
οὐδ᾽ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
νῦν δ᾽ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·
πλὴν ἥ γ᾽ ἐμὴ κωμῆτις ἥδ᾽ ἐξέρχεται.    5
χαῖρ᾽ ὦ Καλονίκη.

Καλονίκη
καὶ σύ γ᾽ ὦ Λυσιστράτη.
τί συντετάραξαι; μὴ σκυθρώπαζ᾽ ὦ τέκνον.
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.

Λυσιστράτη
ἀλλ᾽ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,
καὶ πόλλ᾽ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,    10
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι--

Καλονίκη
καὶ γάρ ἐσμεν νὴ Δία.

Λυσιστράτη
εἰρημένον δ᾽ αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
εὕδουσι κοὐχ ἥκουσιν.    15

Καλονίκη
ἀλλ᾽ ὦ φιλτάτη
ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.
ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ᾽ ἐκύπτασεν,
ἡ δ᾽ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
κατέκλινεν, ἡ δ᾽ ἔλουσεν, ἡ δ᾽ ἐψώμισεν.

Λυσιστράτη
ἀλλ᾽ ἕτερά τἄρ᾽ ἦν τῶνδε προὐργιαίτερα    20
αὐταῖς.

Καλονίκη
τί δ᾽ ἐστὶν ὦ φίλη Λυσιστράτη,
ἐφ᾽ ὅ τι ποθ᾽ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
τί τὸ πρᾶγμα; πηλίκον τι;

Λυσιστράτη
μέγα.

Καλονίκη
μῶν καὶ παχύ;

Λυσιστράτη
καὶ νὴ Δία παχύ.

Καλονίκη
κᾆτα πῶς οὐχ ἥκομεν;

Λυσιστράτη
οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.    25
ἀλλ᾽ ἔστιν ὑπ᾽ ἐμοῦ πρᾶγμ᾽ ἀνεζητημένον
πολλαῖσί τ᾽ ἀγρυπνίαισιν ἐῤῥιπτασμένον.

Καλονίκη
ἦ πού τι λεπτόν ἐστι τοὐῤῥιπτασμένον.

Λυσιστράτη
οὕτω γε λεπτὸν ὥσθ᾽ ὅλης τῆς Ἑλλάδος
ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.    30

Καλονίκη
ἐν ταῖς γυναιξίν; ἐπ᾽ ὀλίγου γ᾽ ὠχεῖτ᾽ ἄρα.

Λυσιστράτη
ὡς ἔστ᾽ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
ἢ μηκέτ᾽ εἶναι μήτε Πελοποννησίους--

Καλονίκη
βέλτιστα τοίνυν μηκέτ᾽ εἶναι νὴ Δία.

Λυσιστράτη
Βοιωτίους τε πάντας ἐξολωλέναι.    35

Καλονίκη
μὴ δῆτα πάντας γ᾽, ἀλλ᾽ ἄφελε τὰς ἐγχέλεις.

Λυσιστράτη
περὶ τῶν Ἀθηνῶν δ᾽ οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν· ἀλλ᾽ ὑπονόησον σύ μοι.
ἢν δὲ ξυνέλθωσ᾽ αἱ γυναῖκες ἐνθάδε
αἵ τ᾽ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων    40
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.

Καλονίκη
τί δ᾽ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
ἢ λαμπρόν, αἳ καθήμεθ᾽ ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
καὶ Κιμμερίκ᾽ ὀρθοστάδια καὶ περιβαρίδας;    45

Λυσιστράτη
ταῦτ᾽ αὐτὰ γάρ τοι κἄσθ᾽ ἃ σώσειν προσδοκῶ,
τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.

Καλονίκη
τίνα δὴ τρόπον ποθ᾽;

Λυσιστράτη
ὥστε τῶν νῦν μηδένα
ἀνδρῶν ἐπ᾽ ἀλλήλοισιν ἄρεσθαι δόρυ--    50

Καλονίκη
κροκωτὸν ἄρα νὴ τὼ θεὼ ᾽γὼ βάψομαι.

Λυσιστράτη
μηδ᾽ ἀσπίδα λαβεῖν--

Καλονίκη
Κιμμερικὸν ἐνδύσομαι.

Λυσιστράτη
μηδὲ ξιφίδιον.

Καλονίκη
κτήσομαι περιβαρίδας.

Λυσιστράτη
ἆρ᾽ οὐ παρεῖναι τὰς γυναῖκας δῆτ᾽ ἐχρῆν;

Καλονίκη
οὐ γὰρ μὰ Δί᾽ ἀλλὰ πετομένας ἥκειν πάλαι.    55

Λυσιστράτη
ἀλλ᾽ ὦ μέλ᾽ ὄψει τοι σφόδρ᾽ αὐτὰς Ἀττικάς,
ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
ἀλλ᾽ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
οὐδ᾽ ἐκ Σαλαμῖνος.

Καλονίκη
ἀλλ᾽ ἐκεῖναί γ᾽ οἶδ᾽ ὅτι
ἐπὶ τῶν κελήτων διαβεβήκασ᾽ ὄρθριαι.    60

Λυσιστράτη
οὐδ᾽ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
γυναῖκας, οὐχ ἥκουσιν.

Καλονίκη
ἡ γοῦν Θεογένους
ὡς δεῦρ᾽ ἰοῦσα θοὐκάταιον ἤρετο.
ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.    65

Λυσιστράτη
αἱδί θ᾽ ἕτεραι χωροῦσί τινες.

Καλονίκη
ἰοὺ ἰού,
πόθεν εἰσίν;

Λυσιστράτη
Ἀναγυρουντόθεν.

Καλονίκη
νὴ τὸν Δία·
ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.

Μυῤῥίνη
μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη;
τί φῄς; τί σιγᾷς;    70

Λυσιστράτη
οὔ σ᾽ ἐπαινῶ Μυῤῥίνη
ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.

Μυῤῥίνη
μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
ἀλλ᾽ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.

Λυσιστράτη
μὰ Δί᾽ ἀλλ᾽ ἐπαναμείνωμεν ὀλίγου γ᾽ οὕνεκα
τάς τ᾽ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων    75
γυναῖκας ἐλθεῖν.

Μυῤῥίνη
πολὺ σὺ κάλλιον λέγεις.
ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.

Λυσιστράτη
ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.
οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.
ὡς δ᾽ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.    80
κἂν ταῦρον ἄγχοις.

Λαμπιτῶ
μάλα γ᾽ οἰῶ ναὶ τὼ σιώ·
γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.

Καλονίκη
ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.

Λαμπιτῶ
 περ ἱερεῖόν τοί μ᾽ ὑποψαλάσσετε.

Λυσιστράτη
ἡδὶ δὲ ποδαπή ᾽σθ᾽ ἡ νεᾶνις ἡτέρα;    85

Λαμπιτῶ
πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
ἵκει ποθ᾽ ὑμέ.

Μυῤῥίνη
νὴ μὰ Δία Βοιωτία,
καλόν γ᾽ ἔχουσα τὸ πεδίον.

Καλονίκη
καὶ νὴ Δία
κομψότατα τὴν βληχώ γε παρατετιλμένη.

Λυσιστράτη
τίς δ᾽ ἡτέρα παῖς;    90

Λαμπιτῶ
χαΐα ναὶ τὼ σιώ,
Κορινθία δ᾽ αὖ.

Καλονίκη
χαΐα νὴ τὸν Δία
δήλη ᾽στὶν οὖσα ταυταγὶ τἀντευθενί.

Λαμπιτῶ
τίς δ᾽ αὖ ξυναλίαξε τόνδε τὸν στόλον
τὸν τᾶν γυναικῶν;

Λυσιστράτη
ἥδ᾽ ἐγώ.

Λαμπιτῶ
μύσιδδέ τοι
ὅ τι λῇς ποθ᾽ ἁμέ.    95

Καλονίκη
νὴ Δί᾽ ὦ φίλη γύναι,
λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ᾽ ἐστί σοι.

Λυσιστράτη
λέγοιμ᾽ ἂν ἤδη. πρὶν λέγειν <δ᾽>, ὑμᾶς τοδὶ
ἐπερήσομαί τι μικρόν.

Καλονίκη
ὅ τι βούλει γε σύ.

Λυσιστράτη
τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδ᾽ ὅτι    100
πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.

Καλονίκη
ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν
ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.

Μυῤῥίνη
ὁ δ᾽ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.

Λαμπιτῶ
ὁ δ᾽ ἐμός γα καἴ κ᾽ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,    105
πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.

Λυσιστράτη
ἀλλ᾽ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
οὐκ εἶδον οὐδ᾽ ὄλισβον ὀκτωδάκτυλον,
ὃς ἦν ἂν ἡμῖν σκυτίνη ᾽πικουρία.    110
ἐθέλοιτ᾽ ἂν οὖν, εἰ μηχανὴν εὕροιμ᾽ ἐγώ,
μετ᾽ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;

Καλονίκη
νὴ τὼ θεώ·
ἔγωγ᾽ ἂν <οὖν> κἂν εἴ με χρείη τοὔγκυκλον
τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.

Μυῤῥίνη
ἐγὼ δέ γ᾽ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ    115
δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.

Λαμπιτῶ
ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γ᾽ ἄνω
ἔλσοιμ᾽ ὅπᾳ μέλλοιμί γ᾽ εἰράναν ἰδεῖν.

Λυσιστράτη
λέγοιμ᾽ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν    120
ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
ἀφεκτέ᾽ ἐστὶ--

Καλονίκη
τοῦ; φράσον.

Λυσιστράτη
ποιήσετ᾽ οὖν;

Καλονίκη
ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.

Λυσιστράτη
ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;    125
αὗται τί μοιμυᾶτε κἀνανεύετε;
τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
ποιήσετ᾽ ἢ οὐ ποιήσετ᾽; ἢ τί μέλλετε;

Καλονίκη
οὐκ ἂν ποιήσαιμ᾽, ἀλλ᾽ ὁ πόλεμος ἑρπέτω.

Μυῤῥίνη
μὰ Δί᾽ οὐδ᾽ ἐγὼ γάρ, ἀλλ᾽ ὁ πόλεμος ἑρπέτω.    130

Λυσιστράτη
ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε
ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.

Καλονίκη
ἄλλ᾽ ἄλλ᾽ ὅ τι βούλει· κἄν με χρῇ διὰ τοῦ πυρὸς
ἐθέλω βαδίζειν· τοῦτο μᾶλλον τοῦ πέους.
οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.    135

Λυσιστράτη
τί δαὶ σύ;

Ἄλλη
κἀγὼ βούλομαι διὰ τοῦ πυρός.

Λυσιστράτη
ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,
οὐκ ἐτὸς ἀφ᾽ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.
οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.

ἀλλ᾽ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ    140
μόνη μετ᾽ ἐμοῦ, τὸ πρᾶγμ᾽ ἀνασωσαίμεσθ᾽ ἔτ᾽ <ἄν>,
ξυμψήφισαί μοι.

Λαμπιτῶ
χαλεπὰ μὲν ναὶ τὼ σιὼ
γυναῖκάς ἐσθ᾽ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.
ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλ᾽ αὖ.

Λυσιστράτη

ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.    145

Καλονίκη
εἰ δ᾽ ὡς μάλιστ᾽ ἀπεχοίμεθ᾽ οὗ σὺ δὴ λέγεις,
ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ
γένοιτ᾽ ἂν εἰρήνη;

Λυσιστράτη
πολύ γε νὴ τὼ θεώ.
εἰ γὰρ καθοίμεθ᾽ ἔνδον ἐντετριμμέναι,

κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις    150
γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,
στύοιντο δ᾽ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,
ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλ᾽ ἀπεχοίμεθα,
σπονδὰς ποιήσαιντ᾽ ἂν ταχέως, εὖ οἶδ᾽ ὅτι.

Λαμπιτῶ
ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ    155
γυμνᾶς παραϊδὼν ἐξέβαλ᾽, οἰῶ, τὸ ξίφος.

Καλονίκη
τί δ᾽ ἢν ἀφιῶσ᾽ ἅνδρες ἡμᾶς ὦ μέλε;

Λυσιστράτη
τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.

Καλονίκη
φλυαρία ταῦτ᾽ ἐστὶ τὰ μεμιμημένα.
ἐὰν λαβόντες δ᾽ ἐς τὸ δωμάτιον βίᾳ    160
ἕλκωσιν ἡμᾶς;

Λυσιστράτη
ἀντέχου σὺ τῶν θυρῶν.

Καλονίκη
ἐὰν δὲ τύπτωσιν;

Λυσιστράτη
παρέχειν χρὴ κακὰ κακῶς.
οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ

ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτ᾽ εὐφρανθήσεται    165
ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.

Καλονίκη
εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.

Λαμπιτῶ
καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες
παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν·
τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον    170
πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;

Λυσιστράτη
ἡμεῖς ἀμέλει σοι τά γε παρ᾽ ἡμῖν πείσομεν.

Λαμπιτῶ
οὐχ ἇς πόδας κ᾽ ἔχωντι ταὶ τριήρεες,
καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.

Λυσιστράτη
ἀλλ᾽ ἔστι καὶ τοῦτ᾽ εὖ παρεσκευασμένον·    175
καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.

Λαμπιτῶ
παντᾷ κ᾽ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.    180

Λυσιστράτη
τί δῆτα ταῦτ᾽ οὐχ ὡς τάχιστ᾽ ὦ Λαμπιτοῖ
ξυνωμόσαμεν, ὅπως ἂν ἀῤῥήκτως ἔχῃ;

Λαμπιτῶ
πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.

Λυσιστράτη
καλῶς λέγεις. ποῦ ᾽σθ᾽ ἡ Σκύθαινα; ποῖ βλέπεις;

θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,    185
καί μοι δότω τὰ τόμιά τις.

Καλονίκη
Λυσιστράτη
τίν᾽ ὅρκον ὁρκώσεις ποθ᾽ ἡμᾶς;

Λυσιστράτη
ὅντινα;
εἰς ἀσπίδ᾽, ὥσπερ φάσ᾽ ἐν Αἰσχύλῳ ποτέ,
μηλοσφαγούσας.

Καλονίκη
μὴ σύ γ᾽ ὦ Λυσιστράτη

εἰς ἀσπίδ᾽ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.    190

Λυσιστράτη
τίς ἂν οὖν γένοιτ᾽ ἂν ὅρκος;

Καλονίκη
εἰ λευκόν ποθεν
ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.

Λυσιστράτη
ποῖ λευκὸν ἵππον;

Καλονίκη
ἀλλὰ πῶς ὀμούμεθα
ἡμεῖς;

Λυσιστράτη
ἐγώ σοι νὴ Δί᾽, ἢν βούλῃ, φράσω.

θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,    195
μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ᾽πιχεῖν ὕδωρ.

Λαμπιτῶ
φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.

Λυσιστράτη
φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.

Μυῤῥίνη
ὦ φίλταται γυναῖκες, <ὁ> κεραμεὼν ὅσος.    200

Καλονίκη
ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.

Λυσιστράτη
καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.

Καλονίκη
εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.    205

Λαμπιτῶ
καὶ μὰν ποτόδδει γ᾽ ἁδὺ ναὶ τὸν Κάστορα.

Μυῤῥίνη
ἐᾶτε πρώτην μ᾽ ὦ γυναῖκες ὀμνύναι.

Καλονίκη
μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.

Λυσιστράτη
λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ·

λεγέτω δ᾽ ὑπὲρ ὑμῶν μί᾽ ἅπερ ἂν κἀγὼ λέγω·    210
ὑμεῖς δ᾽ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.
οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ᾽ ἀνήρ--

Καλονίκη
οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ᾽ ἀνήρ--

Λυσιστράτη
ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.

Καλονίκη
ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ    215
ὑπολύεταί μου τὰ γόνατ᾽ ὦ Λυσιστράτη.

Λυσιστράτη
οἴκοι δ᾽ ἀταυρώτη διάξω τὸν βίον--

Καλονίκη
οἴκοι δ᾽ ἀταυρώτη διάξω τὸν βίον--

Λυσιστράτη
κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,--

Καλονίκη

κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,--    220

Λυσιστράτη
ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·

Καλονίκη
ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·

Λυσιστράτη
κοὐδέποθ᾽ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

Καλονίκη
κοὐδέποθ᾽ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

Λυσιστράτη

ἐὰν δέ μ᾽ ἄκουσαν βιάζηται βίᾳ,--    225

Καλονίκη
ἐὰν δέ μ᾽ ἄκουσαν βιάζηται βίᾳ,--

Λυσιστράτη
κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

Καλονίκη
κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

Λυσιστράτη
οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.

Καλονίκη
οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.    230

Λυσιστράτη
οὐ στήσομαι λέαιν᾽ ἐπὶ τυροκνήστιδος.

Καλονίκη
οὐ στήσομαι λέαιν᾽ ἐπὶ τυροκνήστιδος.

Λυσιστράτη
ταῦτ᾽ ἐμπεδοῦσα μὲν πίοιμ᾽ ἐντευθενί·

Καλονίκη
ταῦτ᾽ ἐμπεδοῦσα μὲν πίοιμ᾽ ἐντευθενί·

Λυσιστράτη

εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ᾽ ἡ κύλιξ.    235

Καλονίκη
εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ᾽ ἡ κύλιξ.

Λυσιστράτη
συνεπόμνυθ᾽ ὑμεῖς ταῦτα πᾶσαι;

Πᾶσαι
νὴ Δία.

Λυσιστράτη
φέρ᾽ ἐγὼ καθαγίσω τήνδε.

Καλονίκη
τὸ μέρος γ᾽ ὦ φίλη,
ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.

Λαμπιτῶ

τίς ὡλολυγά;    240

Λυσιστράτη
τοῦτ᾽ ἐκεῖν᾽ οὑγὼ ᾽λεγον·
αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ
ἤδη κατειλήφασιν. ἀλλ᾽ ὦ Λαμπιτοῖ
σὺ μὲν βάδιζε καὶ τὰ παρ᾽ ὑμῶν εὖ τίθει,
τασδὶ δ᾽ ὁμήρους κατάλιφ᾽ ἡμῖν ἐνθάδε·

ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει    245
ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.

Καλονίκη
οὔκουν ἐφ᾽ ἡμᾶς ξυμβοηθήσειν οἴει
τοὺς ἄνδρας εὐθύς;

Λυσιστράτη
ὀλίγον αὐτῶν μοι μέλει.
οὐ γὰρ τοσαύτας οὔτ᾽ ἀπειλὰς οὔτε πῦρ
ἥξουσ᾽ ἔχοντες ὥστ᾽ ἀνοῖξαι τὰς πύλας    250
ταύτας, ἐὰν μὴ ᾽φ᾽ οἷσιν ἡμεῖς εἴπομεν.

Καλονίκη
μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γ᾽· ἄλλως γὰρ ἂν
ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθ᾽ ἄν.

Χορὸς Γερόντων
χώρει Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς
κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.    255

Χορὸς Γερόντων
ἦ πόλλ᾽ ἄελπτ᾽ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ,
ἐπεὶ τίς ἄν ποτ᾽ ἤλπισ᾽ ὦ Στρυμόδωρ᾽ ἀκοῦσαι
γυναῖκας, ἃς ἐβόσκομεν    260
κατ᾽ οἶκον ἐμφανὲς κακόν,
κατὰ μὲν ἅγιον ἔχειν βρέτας,
κατὰ δ᾽ ἀκρόπολιν ἐμὰν λαβεῖν
μοχλοῖς δὲ καὶ κλῄθροισι
τὰ προπύλαια πακτοῦν;    265

Χορὸς Γερόντων
ἀλλ᾽ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε,
ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,
ὅσαι τὸ πρᾶγμα τοῦτ᾽ ἐνεστήσαντο καὶ μετῆλθον,
μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες
πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.    270

Χορὸς Γερόντων
οὐ γὰρ μὰ τὴν Δήμητρ᾽ ἐμοῦ ζῶντος ἐγχανοῦνται·
ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,
ἀπῆθεν ἀψάλακτος, ἀλλ᾽    275
ὅμως Λακωνικὸν πνέων
ᾤχετο θὤπλα παραδοὺς ἐμοί,
σμικρὸν ἔχων πάνυ τριβώνιον,
πινῶν ῥυπῶν ἀπαράτιλτος,
ἓξ ἐτῶν ἄλουτος.    280

Χορὸς Γερόντων
οὕτως ἐπολιόρκησ᾽ ἐγὼ τὸν ἄνδρ᾽ ἐκεῖνον ὠμῶς
ἐφ᾽ ἑπτακαίδεκ᾽ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.
τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς
ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;
μή νυν ἔτ᾽ ἐν <τῇ> τετραπόλει τοὐμὸν τροπαῖον εἴη.    285

Χορὸς Γερόντων
ἀλλ᾽ αὐτὸ γάρ μοι τῆς ὁδοῦ
λοιπόν ἐστι χωρίον
τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω·
χὤπως ποτ᾽ ἐξαμπρεύσομεν
τοῦτ᾽ ἄνευ κανθηλίου.    290
ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον·
ἀλλ᾽ ὅμως βαδιστέον,
καὶ τὸ πῦρ φυσητέον,
μή μ᾽ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.
φῦ φῦ.
ἰοὺ ἰοὺ τοῦ καπνοῦ.    295

Χορὸς Γερόντων
ὡς δεινὸν ὦναξ Ἡράκλεις
προσπεσόν μ᾽ ἐκ τῆς χύτρας
ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει·
κἄστιν γε Λήμνιον τὸ πῦρ
τοῦτο πάσῃ μηχανῇ.    300
οὐ γὰρ <ἄν> ποθ᾽ ὧδ᾽ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ.
σπεῦδε πρόσθεν ἐς πόλιν
καὶ βοήθει τῇ θεῷ.
ἢ πότ᾽ αὐτῇ μᾶλλον ἢ νῦν ὦ Λάχης ἀρήξομεν;
φῦ φῦ.
ἰοὺ ἰοὺ τοῦ καπνοῦ.    305

Χορὸς Γερόντων
τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ.
οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ,
τῆς ἀμπέλου δ᾽ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες
ἅψαντες εἶτ᾽ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν;
κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες,    310
ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν.
θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ.
τίς ξυλλάβοιτ᾽ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν;
ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.
σὸν δ᾽ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακ᾽ ἐξεγείρειν,    315
τὴν λαμπάδ᾽ ἡμμένην ὅπως πρώτιστ᾽ ἐμοὶ προσοίσεις.
δέσποινα Νίκη ξυγγενοῦ τῶν τ᾽ ἐν πόλει γυναικῶν
τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.

Χορὸς Γυναικῶν
λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνὸν ὦ γυναῖκες
ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.    320

Χορὸς Γυναικῶν
πέτου πέτου Νικοδίκη,
πρὶν ἐμπεπρῆσθαι Καλύκην
τε καὶ Κρίτυλλαν περιφυσήτω
ὑπό τε νόμων ἀργαλέων
ὑπό τε γερόντων ὀλέθρων.    325
ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ.
νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία
μόλις ἀπὸ κρήνης ὑπ᾽ ὄχλου καὶ θορύβου καὶ πατάγου
χυτρείου,
δούλαισιν ὠστιζομένη    330


στιγματίαις θ᾽, ἁρπαλέως
ἀραμένη ταῖσιν ἐμαῖς
δημότισιν καομέναις
φέρουσ᾽ ὕδωρ βοηθῶ.

Χορὸς Γυναικῶν
ἤκουσα γὰρ τυφογέροντας
ἄνδρας ἔῤῥειν, στελέχη    336
φέροντας ὥσπερ βαλανεύσοντας
ἐς πόλιν ὡς τριτάλαντον βάρος,
δεινότατ᾽ ἀπειλοῦντας ἐπῶν
ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν·    340
ἃς ὦ θεὰ μή ποτ᾽ ἐγὼ πιμπραμένας ἴδοιμι,
ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ
πολίτας,
ἐφ᾽ οἷσπερ ὦ χρυσολόφα
πολιοῦχε σὰς ἔσχον ἕδρας.    345
καί σε καλῶ ξύμμαχον ὦ
Τριτογένει᾽, εἴ τις ἐκείνας
ὑποπίμπρησιν ἀνήρ,
φέρειν ὕδωρ μεθ᾽ ἡμῶν.

Χορὸς Γυναικῶν
ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι·    350
οὐ γάρ ποτ᾽ ἂν χρηστοί γ᾽ ἔδρων οὐδ᾽ εὐσεβεῖς τάδ᾽ ἄνδρες.

Χορὸς Γερόντων
τουτὶ τὸ πρᾶγμ᾽ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·
ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.

Χορὸς Γυναικῶν
τί βδύλλεθ᾽ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
καὶ μὴν μέρος γ᾽ ἡμῶν ὁρᾶτ᾽ οὔπω τὸ μυριοστόν.    355

Χορὸς Γερόντων
ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ᾽ ἐχρῆν τιν᾽ αὐταῖς;

Χορὸς Γυναικῶν
θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ᾽, ὅπως ἂν
ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μ᾽ ἐμποδίζῃ.

Χορὸς Γερόντων
εἰ νὴ Δἴ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς    360
ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.

Χορὸς Γυναικῶν
καὶ μὴν ἰδοὺ παταξάτω τις· στᾶσ᾽ ἐγὼ παρέξω,
κοὐ μή ποτ᾽ ἄλλη σου κύων τῶν ὄρχεων λάβητα.

Χορὸς Γερόντων
εἰ μὴ σιωπήσει, θενών σου ᾽κκοκκιῶ τὸ γῆρας.

Χορὸς Γυναικῶν
ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.    365

Χορὸς Γερόντων
τί δ᾽ ἢν σποδῶ τοῖς κονδύλοις; τί μ᾽ ἐργάσει τὸ δεινόν;

Χορὸς Γυναικῶν
βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ᾽ ἐξαμήσω.

Χορὸς Γερόντων
οὐκ ἔστ᾽ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής·
οὐδὲν γὰρ οὕτω θρέμμ᾽ ἀναιδές ἐστιν ὡς γυναῖκες.

Χορὸς Γυναικῶν
αἰρώμεθ᾽ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ ῾Ροδίππη.    370

Χορὸς Γερόντων
τί δ᾽ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρ᾽ ὕδωρ ἔχουσ᾽ ἀφίκου;

Χορὸς Γυναικῶν
τί δαὶ σὺ πῦρ ὦ τύμβ᾽ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;

Χορὸς Γερόντων
ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.

Χορὸς Γυναικῶν
ἐγὼ δέ γ᾽ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.

Χορὸς Γερόντων
τοὐμὸν σὺ πῦρ κατασβέσεις;    375

Χορὸς Γυναικῶν
τοὔργον τάχ᾽ αὐτὸ δείξει.

Χορὸς Γερόντων
οὐκ οἶδά σ᾽ εἰ τῇδ᾽ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.

Χορὸς Γυναικῶν
εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν <γ᾽> ἐγὼ παρέξω.

Χορὸς Γερόντων
ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά;

Χορὸς Γυναικῶν
καὶ ταῦτα νυμφικόν γε.

Χορὸς Γερόντων
ἤκουσας αὐτῆς τοῦ θράσους;

Χορὸς Γυναικῶν
ἐλευθέρα γάρ εἰμι.

Χορὸς Γερόντων
σχήσω σ᾽ ἐγὼ τῆς νῦν βοῆς.    380

Χορὸς Γυναικῶν
ἀλλ᾽ οὐκέθ᾽ ἡλιάζει.

Χορὸς Γερόντων
ἔμπρησον αὐτῆς τὰς κόμας.

Χορὸς Γυναικῶν
σὸν ἔργον ὦχελῷε.

Χορὸς Γερόντων
οἴμοι τάλας.

Χορὸς Γυναικῶν
μῶν θερμὸν ἦν;

Χορὸς Γερόντων
ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;

Χορὸς Γυναικῶν
ἄρδω σ᾽ ὅπως ἂν βλαστάνῃς.

Χορὸς Γερόντων
ἀλλ᾽ αὖός εἰμ᾽ ἤδη τρέμων.    385

Χορὸς Γυναικῶν
οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.

Πρόβουλος
ἆρ᾽ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ
χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,
ὅ τ᾽ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
οὗ ᾽γώ ποτ᾽ ὢν ἤκουον ἐν τἠκκλησίᾳ;    390
ἔλεγε δ᾽ ὁ μὴ ὥρασι μὲν Δημόστρατος
πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δ᾽ ὀρχουμένη
“αἰαῖ Ἄδωνιν” φησίν, ὁ δὲ Δημόστρατος
ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων·
ἡ δ᾽ ὑποπεπωκυῖ᾽ ἡ γυνὴ ᾽πὶ τοῦ τέγους    395
“κόπτεσθ᾽ Ἄδωνιν” φησίν· ὁ δ᾽ ἐβιάζετο
ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν ἐστιν ἀκόλαστ᾽ ᾄσματα.

Χορὸς Γερόντων
τί δῆτ᾽ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδ᾽ ὕβριν;
αἳ τἄλλα θ᾽ ὑβρίκασι κἀκ τῶν καλπίδων    400
ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια
σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.

Πρόβουλος
νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.
ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα
ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,    405
τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν βλαστάνει βουλεύματα.
οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί·
“ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας,
ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.    410
ἐμοὶ μὲν οὖν ἔστ᾽ ἐς Σαλαμῖνα πλευστέα·
σὺ δ᾽ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν
ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.”
ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει
νεανίαν καὶ πέος ἔχοντ᾽ οὐ παιδικόν·    415
“ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς
τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν
ἅθ᾽ ἁπαλὸν ὄν· τοῦτ᾽ οὖν σὺ τῆς μεσημβρίας
ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.”
τοιαῦτ᾽ ἀπήντηκ᾽ ἐς τοιαυτὶ πράγματα,    420
ὅτε γ᾽ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως
κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,
ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις.
ἀλλ᾽ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς,
ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω.    425
τί κέχηνας ὦ δύστηνε; ποῖ δ᾽ αὖ σὺ βλέπεις,
οὐδὲν ποιῶν ἀλλ᾽ ἢ καπηλεῖον σκοπῶν;
οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας
ἐντεῦθεν ἐκμοχλεύσετ᾽; ἐνθενδὶ δ᾽ ἐγὼ
ξυνεκμοχλεύσω.    430

Λυσιστράτη
μηδὲν ἐκμοχλεύετε·
ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;
οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.

Πρόβουλος
ἄληθες ὦ μιαρὰ σύ; ποῦ ᾽σθ᾽ ὁ τοξότης;
ξυλλάμβαν᾽ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.

Λυσιστράτη
εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι    435
ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.

Πρόβουλος
ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;

Γυνὴ Α
εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
τὴν χεῖρ᾽ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.    440

Πρόβουλος
ἰδού γ᾽ἐπιχεσεῖ. ποῦ ᾽στιν ἕτερος τοξότης;
ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.

Γυνὴ Β
εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ᾽ ἄκραν
ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.

Πρόβουλος
τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.    445
παύσω τιν᾽ ὑμῶν τῆσδ᾽ ἐγὼ τῆς ἐξόδου.

Γυνὴ Γ
εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.

Πρόβουλος
οἴμοι κακοδαίμων· ἐπιλέλοιφ᾽ ὁ τοξότης.
ἀτὰρ οὐ γυναικῶν οὐδέποτ᾽ ἔσθ᾽ ἡττητέα    450
ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι
ξυνταξάμενοι.

Λυσιστράτη
νὴ τὼ θεὼ γνώσεσθ᾽ ἄρα
ὅτι καὶ παρ᾽ ἡμῖν εἰσι τέτταρες λόχοι
μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.

Πρόβουλος
ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι.    455

Λυσιστράτη
ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτ᾽ ἔνδοθεν,
ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,
ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,
οὐχ ἕλξετ᾽, οὐ παιήσετ᾽, οὐκ ἀράξετε;
οὐ λοιδορήσετ᾽, οὐκ ἀναισχυντήσετε;    460
παύσασθ᾽, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.

Πρόβουλος
οἴμ᾽ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.

Λυσιστράτη
ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς
ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει
χολὴν ἐνεῖναι;    465

Πρόβουλος
νὴ τὸν Ἀπόλλω καὶ μάλα
πολλήν γ᾽, ἐάνπερ πλησίον κάπηλος ᾖ.

Χορὸς Γερόντων
ὦ πόλλ᾽ ἀναλώσας ἔπη πρόβουλε τῆσδε <τῆς> γῆς,
τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις;
οὐκ οἶσθα λουτρὸν οἷον αἵδ᾽ ἡμᾶς ἔλουσαν ἄρτι
ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτ᾽ ἄνευ κονίας;    470

Χορὸς Γυναικῶν
ἀλλ᾽ ὦ μέλ᾽ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ
τὴν χεῖρ᾽· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη.
ἐπεὶ ᾽θέλω ᾽γὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι,
λυποῦσα μηδέν᾽ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,
ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.    475

Χορὸς Γερόντων
ὦ Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις;
ου᾽ γὰρ ἔτ᾽ ἀνεκτὰ τάδε γ᾽, ἀλλὰ βασανιστέον
τόδε σοι τὸ πάθος μετ᾽ ἐμοῦ
ὅ τι βουλόμεναί ποτε τὴν    480
Κραναὰν κατέλαβον, ἐφ᾽ ὅ τι τε
μεγαλόπετρον ἄβατον ἀκρόπολιν
ἱερὸν τέμενος.

Χορὸς Γερόντων
ἀλλ᾽ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους,
ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.    485

Πρόβουλος
καὶ μὴν αὐτῶν τοῦτ᾽ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,
ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.

Λυσιστράτη
ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε δι᾽ αὐτό.

Πρόβουλος
διὰ τἀργύριον πολεμοῦμεν γάρ;

Λυσιστράτη
καὶ τἄλλα γε πάντ᾽ ἐκυκήθη.
ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,    490
ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δ᾽ οὖν τοῦδ᾽ οὕνεκα δρώντων
ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτ᾽ οὐκέτι μὴ καθέλωσιν.

Πρόβουλος
ἀλλὰ τί δράσεις;

Λυσιστράτη
τοῦτό μ᾽ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.

Πρόβουλος
ὑμεῖς ταμιεύσετε τἀργύριον;

Λυσιστράτη
τί <δὲ> δεινὸν τοῦτο νομίζεις;
οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;    495

Πρόβουλος
ἀλλ᾽ οὐ ταὐτόν.

Λυσιστράτη
πῶς οὐ ταὐτόν;

Πρόβουλος
πολεμητέον ἔστ᾽ ἀπὸ τούτου.

Λυσιστράτη
ἀλλ᾽ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.

Πρόβουλος
πῶς γὰρ σωθησόμεθ᾽ ἄλλως;

Λυσιστράτη
ἡμεῖς ὑμᾶς σώσομεν.

Πρόβουλος
ὑμεῖς;

Λυσιστράτη
ἡμεῖς μέντοι.

Πρόβουλος
σχέτλιόν γε.

Λυσιστράτη
ὡς σωθήσει, κἂν μὴ βούλῃ.

Πρόβουλος
δεινόν <γε> λέγεις.

Λυσιστράτη
ἀγανακτεῖς.

ἀλλὰ ποιητέα ταῦτ᾽ ἐστὶν ὅμως.    500

Πρόβουλος
νὴ τὴν Δήμητρ᾽ ἄδικόν γε.

Λυσιστράτη
σωστέον ὦ τᾶν.

Πρόβουλος
κεἰ μὴ δέομαι;

Λυσιστράτη
τοῦδ᾽ οὕνεκα καὶ πολὺ μᾶλλον.

Πρόβουλος
ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τ᾽ εἰρήνης ἐμέλησεν;

Λυσιστράτη
ἡμεῖς φράσομεν.

Πρόβουλος
λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς,

Λυσιστράτη
ἀκροῶ δή,
καὶ τὰς χεῖρας πειρῶ κατέχειν.

Πρόβουλος
ἀλλ᾽ οὐ δύναμαι· χαλεπὸν γὰρ
ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.    505

Γυνὴ Α.
κλαύσει τοίνυν πολὺ μᾶλλον.

Πρόβουλος
τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις· σὺ δέ μοι λέγε.

Λυσιστράτη
ταῦτα ποιήσω.
ἡμεῖς τὸν μὲν πρότερον πόλεμον καὶ τὸν χρόνον ἠνεσχόμεθα
ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττ᾽ ἐποιεῖτε.
οὐ γὰρ γρύζειν εἰᾶθ᾽ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γ᾽ ἡμᾶς.
ἀλλ᾽ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι    510
ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα·
εἶτ᾽ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθ᾽ ἂν γελάσασαι,
“τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι
ἐν τῷ δήμῳ τήμερον ὑμῖν;” “τίδὲ σοὶ ταῦτ᾽;” ἦ δ᾽ ὃς ἂν ἁνήρ.
“οὐ σιγήσει;” κἀγὼ ἐσίγων.    515

Γυνὴ Β.
ἀλλ᾽ οὐκ ἂν ἐγώ ποτ᾽ ἐσίγων.

Πρόβουλος
κἂν ᾤμωζές γ᾽, εἰ μὴ ᾽σίγας.

Λυσιστράτη
τοιγὰρ ἔγωγ᾽ ἔνδον ἐσίγων.
. . . ἔτερόν τι πονηρότερον βούλευμ᾽ ἐπεπύσμεθ᾽ ἂν ὑμῶν·
εἶτ᾽ ἠρόμεθ᾽ ἄν· “πῶς ταῦτ᾽ ὦνερ διαπράττεσθ᾽ ὧδ᾽ ἀνοήτως;”
ὁ δέ μ᾽ εὐθὺς ὑποβλέψας <ἂν> ἔφασκ᾽, εἰ μὴ τὸν στήμονα νήσω,
ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· “πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.”

Πρόβουλος
ὀρθῶς γε λέγων νὴ Δί᾽ ἐκεῖνος.    520

Λυσιστράτη
πῶς ὀρθῶς ὦ κακόδαιμον,
εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;
ὅτε δὴ δ᾽ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,
“οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ;“ “μὰ Δί᾽ οὐ δῆτ᾽,” <εἶφ᾽> ἕτερός τις·
μετὰ ταῦθ᾽ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ    525
ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;
ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ᾽ ἀντακροᾶσθαι
κἀντισιωπᾶθ᾽ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.

Πρόβουλος
ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.

Λυσιστράτη
σιώπα.

Πρόβουλος
σοί γ᾽ ὦ κατάρατε σιωπῶ ᾽γώ, καὶ ταῦτα κάλυμμα φορούσῃ    530
περὶ τὴν κεφαλήν; μή νυν ζῴην.

Λυσιστράτη
ἀλλ᾽ εἰ τοῦτ᾽ ἐμπόδιόν σοι,
παρ᾽ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν
ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,
κᾆτα σιώπα

Γυνὴ Γ.
καὶ τοῦτον τὸν καλαθίσκον.    535

Λυσιστράτη
κᾆτα ξαίνειν ξυζωσάμενος
κυάμους τρώγων·
πόλεμος δὲ γυναιξὶ μελήσει.

Χορὸς Γυναικῶν
αἰρώμεθ᾽ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.    540

Χορὸς Γυναικῶν
ἔγωγε γὰρ <ἂν> οὔποτε κάμοιμ᾽ ἂν ὀρχουμένη,
οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρός·
ἐθέλω δ᾽ ἐπὶ πᾶν ἰέναι
μετὰ τῶνδ᾽ ἀρετῆς ἕνεχ᾽, αἷς
ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,    545
ἔνι δὲ σοφόν, ἔνι <δὲ> φιλόπολις
ἀρετὴ φρόνιμος.

Χορὸς Γυναικῶν
ἀλλ᾽ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,

χωρεῖτ᾽ ὀργῇ καὶ μὴ τέγγεσθ᾽· ἔτι γὰρ νῦν οὔρια θεῖτε.    550

Λυσιστράτη
ἀλλ᾽ ἤνπερ ὅ <τε> γλυκύθυμος Ἔρως χἠ Κυπρογένει᾽ Ἀφροδίτη
ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,
κᾆτ᾽ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,
οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.

Πρόβουλος
τί ποιησάσας;    555

Λυσιστράτη
ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν
ἀγοράζοντας καὶ μαινομένους.

Γυνὴ Α.
νὴ τὴν Παφίαν Ἀφροδίτην.

Λυσιστράτη
νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως
περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.

Πρόβουλος
νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους.

Λυσιστράτη
καὶ μὴν τό γε πρᾶγμα γέλοιον,
ὅταν ἀσπίδ᾽ ἔχων καὶ Γοργόνα τις κᾆτ᾽ ὠνῆται κορακίνους.    560

Γυνὴ Β.
νὴ Δί᾽ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντ᾽ εἶδον ἐφ᾽ ἵππου
ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός·
ἕτερος δ᾽ <αὖ> Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,
ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.

Πρόβουλος
πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ    565
ἐν ταῖς χώραις καὶ διαλῦσαι;

Λυσιστράτη
φαύλως πάνυ.

Πρόβουλος
πῶς; ἀπόδειξον.

Λυσιστράτη
ὥσπερ κλωστῆρ᾽, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι,
ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δ᾽ ἐκεῖσε,
οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,
διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δ᾽ ἐκεῖσε.    570

Πρόβουλος
ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ
παύσειν οἴεσθ᾽ ὦ ἀνόητοι;

Λυσιστράτη
κἂν ὑμῖν γ᾽ εἴ τις ἐνῆν νοῦς,
ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθ᾽ ἂν ἅπαντα.

Πρόβουλος
πῶς δή; φέρ᾽ ἴδω.

Λυσιστράτη
πρῶτον μὲν ἐχρῆν, ὥσπερ πόκου ἐν βαλανείῳ
ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνης    575
ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι,
καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς
ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι·
εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας
καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν,    580
κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι·
καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδ᾽ εἰσὶν ἄποικοι,
διαγιγνώσκειν ὅτι ταῦθ᾽ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται
χωρὶς ἕκαστον· κᾆτ᾽ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας
δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαι    585
τολύπην μεγάλην κᾆτ᾽ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.

Πρόβουλος
οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν,
αἶς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου;

Λυσιστράτη
καὶ μὴν ὦ παγκατάρατε
πλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι
κἀκπέμψασαι παῖδας ὁπλίτας.    590

Πρόβουλος
σίγα, μὴ μνησικακήσῃς.

Λυσιστράτη
εἶθ᾽ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι,
μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε,
περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.

Πρόβουλος
οὔκουν χἄνδρες γηράσκουσιν;

Λυσιστράτη
μὰ Δί᾽ ἀλλ᾽ οὐκ
εἶπας ὅμοιον.
ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν·    595
τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ ᾽πιλάβηται,
οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.

Πρόβουλος
ἀλλ᾽ ὅστις ἔτι στῦσαι δυνατὸς--

Λυσιστράτη
σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;

χωρίον ἐστί· σορὸν ὠνήσει·    600
μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.
λαβὲ ταυτὶ καὶ στεφάνωσαι.

Γυνὴ Ξ.
καὶ ταυτασὶ δέξαι παρ᾽ ἐμοῦ.

Γυνὴ Α.
καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.

Λυσιστράτη
τοῦ δεῖ; τί ποθεῖς; χώρει ᾽ς τὴν ναῦν·    605
ὁ Χάρων σε καλεῖ,
σὺ δὲ κωλύεις ἀνάγεσθαι.

Πρόβουλος
εἶτ᾽ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστ᾽ ἐμέ;
νὴ τὸν Δί᾽ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς
ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.    610

Λυσιστράτη
μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;
ἀλλ᾽ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ
ἥξει παρ᾽ ἡμῶν τὰ τρίτ᾽ ἐπεσκευασμένα.

Χορὸς Γερόντων
οὐκέτ᾽ ἔργον ἐγκαθεύδειν ὅστις ἔστ᾽ ἐλεύθερος,
ἀλλ᾽ ἐπαποδυώμεθ᾽ ἄνδρες τουτῳὶ τῷ πράγματι.    615
ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων
Χορὸς Γερόντων
πραγμάτων μοι δοκεῖ,
καὶ μάλιστ᾽ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·
καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς    620
δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους
τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ
καταλαβεῖν τὰ χρήμαθ᾽ ἡμῶν τόν τε μισθόν,
ἔνθεν ἔζων ἐγώ.    625

Χορὸς Γερόντων
δεινὰ γάρ τοι τάσδε γ᾽ ἤδη τοὺς πολίτας νουθετεῖν,
καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,
καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,
οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.
ἀλλὰ ταῦθ᾽ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι.    630
ἀλλ᾽ ἐμοῦ μὲν οὐ τυραννεύσουσ᾽, ἐπεὶ φυλάξομαι
καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί,
ἀγοράσω τ᾽ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,
ὧδέ θ᾽ ἑστήξω παρ᾽ αὐτόν· αὐτὸς γάρ μοι γίγνεται
τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.    635

Χορὸς Γυναικῶν
οὐκ ἄρ᾽ εἰσιόντα σ᾽ οἴκαδ᾽ ἡ τεκοῦσα γνώσεται.
ἀλλὰ θώμεσθ᾽ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί.
ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεν
τῇ πόλει χρησίμων·
εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με.    640
ἑπτὰ μὲν ἔτη γεγῶσ᾽ εὐθὺς ἠῤῥηφόρουν·
εἶτ᾽ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·
κᾆτ᾽ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις·    645
κἀκανηφόρουν ποτ᾽ οὖσα παῖς καλὴ ᾽χουσ᾽
ἰσχάδων ὁρμαθόν·

Χορὸς Γυναικῶν
ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;
εἰ δ᾽ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,
ἢν ἀμείνω γ᾽ εἰσενέγκω τῶν παρόντων πραγμάτων.    650
τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας ἐσφέρω,
τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ᾽ ὑμῖν, ἐπεὶ
τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν
εἶτ᾽ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς,
ἀλλ᾽ ὑφ᾽ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν.    655
ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με,
τῷδέ γ᾽ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.

Χορὸς Γερόντων
ταῦτ᾽ οὖν οὐχ ὕβρις τὰ πράγματ᾽ ἐστὶ
πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.    660
ἀλλ᾽ ἀμυντέον τὸ πρᾶγμ᾽ ὅστις γ᾽ ἐνόρχης ἔστ᾽ ἀνήρ.
ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐκδυώμεθ᾽, ὡς τὸν ἄνδρα δεῖ
ἀνδρὸς ὄζειν εὐθύς, ἀλλ᾽ οὐν ἐντεθριῶσθαι πρέπει.
ἀλλ᾽ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτ᾽ ἦμεν ἔτι,    665
νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.    670

Χορὸς Γερόντων
εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,
ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσ᾽ ἔτι
ναυμαχεῖν καὶ πλεῖν ἐφ᾽ ἡμἁς ὥσπε, Ἀρτεμισία.    675
ἢν δ᾽ ἐφ᾽ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας.
ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,
κοὐκ ἂν ἀπολίσθοι τρέχοντος· τὰς δ᾽ Ἀμαζόνας σκόπει,
ἃς Μίκων ἔγραψ᾽ ἐθ᾽ ἵππων μαχομένας τοῖς ἀνδράσιν.
ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον    680
ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.

Χορὸς Γυναικῶν
εἰ νὴ τὼ θεώ με ζωπυρήσεις,
λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω
τήμερον τοὺς δημότας βωστρεῖν σ᾽ ἐγὼ πεκτούμενον.    685
ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα,
ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.
νῦν πρὸς ἔμ᾽ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ
κυάμους μέλανας.    690
ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ,
αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.    695

Χορὸς Γυναικῶν
οὐ γὰρ ὑμῶν φροντίσαιμ᾽ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ
ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.
οὐ γὰρ ἔσται δύναμις, οὐδ᾽ ἢν ἑπτάκις σὺ ψηφίσῃ,
ὅστις ὦ δύστην᾽ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.
ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ    700
τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσ᾽ ἐκ τῶν γειτόνων,
παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν·
οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.
κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν
τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.    705

Χορὸς Γυναικῶν
ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,
τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;

Λυσιστράτη
κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν
ποιεῖ μ᾽ ἄθυμον περιπατεῖν τ᾽ ἄνω κάτω.

Χορὸς Γυναικῶν
τί φῄς; τί φῄς;    710

Λυσιστράτη
ἀληθῆ, ἀληθῆ.

Χορὸς Γυναικῶν
τί δ᾽ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις.

Λυσιστράτη
ἀλλ᾽ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.

Χορὸς Γυναικῶν
μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.

Λυσιστράτη
βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.    715

Χορὸς Γυναικῶν
ἰὼ Ζεῦ.

Λυσιστράτη
τί Ζῆν᾽ ἀυτεῖς; ταῦτα δ᾽ οὖν οὕτως ἔχει.
ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι
οἵα τ᾽ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ.

τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν    720
κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον,
τὴν δ᾽ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην,
τὴν δ᾽ αὐτομολοῦσαν, τὴν δ᾽ ἐπὶ στρούθου μίαν
ἤδη πέτεσθαι διανοουμένην κάτω
ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.    725
πάσας τε προφάσεις ὥστ᾽ ἀπελθεῖν οἴκαδε
ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται.
αὕτη σὺ ποῖ θεῖς;

Γυνὴ Α.
οἴκαδ᾽ ἐλθεῖν βούλομαι.
οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια
ὑπὸ τῶν σέων κατακοπτόμενα.    730

Λυσιστράτη
ποίων σέων;
οὐκ εἶ πάλιν;

Γυνὴ Α.
ἀλλ᾽ ἥξω ταχέως νὴ τὼ θεὼ
ὅσον διαπετάσασ᾽ ἐπὶ τῆς κλίνης μόνον.

Λυσιστράτη
μὴ διαπετάννυ, μηδ᾽ ἀπέλθῃς μηδαμῇ.

Γυνὴ Α.
ἀλλ᾽ ἐῶ ᾽πολέσθαι τἄρι᾽;

Λυσιστράτη
ἢν τούτου δέῃ.

Γυνὴ Β.
τάλαιν᾽ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,    735
ἣν ἄλοπον οἴκοι καταλέλοιφ᾽.

Λυσιστράτη
αὕθἠτέρα
ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.
χώρει πάλιν δεῦρ᾽.

Γυνὴ Β.
ἀλλὰ νὴ τὴν Φωσφόρον
ἔγωγ᾽ ἀποδείρασ᾽ αὐτίκα μάλ᾽ ἀνέρχομαι.

Λυσιστράτη
μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ,    740
ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.

Γυνὴ Γ
ὦ πότνι᾽ Εἰλείθυι᾽ ἐπίσχες τοῦ τόκου,
ἕως ἂν εἰς ὅσιον μόλω ᾽γὼ χωρίον.

Λυσιστράτη
τί ταῦτα ληρεῖς;

Γυνὴ Γ
αὐτίκα μάλα τέξομαι.

Λυσιστράτη
ἀλλ᾽ οὐκ ἐκύεις σύ γ᾽ ἐχθές.    745

Γυνὴ Γ
ἀλλὰ τήμερον.
ἀλλ᾽ οἴκαδέ μ᾽ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη
ἀπόπεμψον ὡς τάχιστα.

Λυσιστράτη
τίνα λόγον λέγεις;
τί τοῦτ᾽ ἔχεις τὸ σκληρόν;

Γυνὴ Γ
ἄῤῥεν παιδίον.

Λυσιστράτη
μὰ τὴν Ἀφροδίτην οὐ σύ γ᾽, ἀλλ᾽ ἢ χαλκίον
ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δ᾽ ἐγώ.    750
ὦ καταγέλαστ᾽ ἔχουσα τὴν ἱερὰν κυνῆν
κυεῖν ἔφασκες;

Γυνὴ Γ
καὶ κυῶ γε νὴ Δία.

Λυσιστράτη
τί δῆτα ταύτην εἶχες;

Γυνὴ Γ
ἵνα μ᾽ εἰ καταλάβοι
ὁ τόκος ἔτ᾽ ἐν πόλει, τέκοιμ᾽ ἐς τὴν κυνῆν
ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.    755

Λυσιστράτη
τί λέγεις; προφασίζει· περιφανῆ τὰ πράγματα.
οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;

Γυνὴ Γ
ἀλλ᾽ οὐ δύναμαι ᾽γωγ᾽ οὐδὲ κοιμᾶσθ᾽ ἐν πόλει,
ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.

Γυνὴ Δ
ἐγὼ δ᾽ ὑπὸ τῶν γλαυκῶν γε τάλαιν᾽ ἀπόλλυμαι    760
ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.

Λυσιστράτη
ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.
ποθεῖτ᾽ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δ᾽ οὐκ οἴει
ποθεῖν ἐκείνους; ἀργαλέας γ᾽ εὖ οἶδ᾽ ὅτι
ἄγουσι νύκτας. ἀλλ᾽ ἀνάσχεσθ᾽ ὦγαθαί,    765
καὶ προσταλαιπωρήσατ᾽ ἔτ᾽ ὀλίγον χρόνον,
ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν
μὴ στασιάσωμεν· ἔστι δ᾽ ὁ χρησμὸς οὑτοσί.

Γυνὴ Α
λέγ᾽ αὐτὸν ἡμῖν ὅ τι λέγει.

Λυσιστράτη
σιγᾶτε δή.
ἀλλ᾽ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,    770
τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,
παῦλα κακῶν ἔσται, τὰ δ᾽ ὑπέρτερα νέρτερα θήσει
Ζεὺς ὑψιβρεμέτης--

Γυνὴ Β
ἐπάνω κατακεισόμεθ᾽ ἡμεῖς;

Λυσιστράτη
ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν
ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει    775
ὄρνεον οὐδ᾽ ὁτιοῦν καταπυγωνέστερον εἶναι.

Γυνὴ Α
σαφής γ᾽ ὁ χρησμὸς νὴ Δί᾽.

Λυσιστράτη
ὦ πάντες θεοί,
μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,
ἀλλ᾽ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ
ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.    780

Χορὸς Γερόντων
μῦθον βούλομαι λέξαι τιν᾽ ὑμῖν, ὅν ποτ᾽ ἤκουσ᾽
αὐτὸς ἔτι παῖς ὤν.
οὕτως ἦν νεανίσκος Μελανίων τις,    785
ὃς φεύγων γάμον ἀφίκετ᾽ ἐς ἐρημίαν,
κἀν τοῖς ὄρεσιν ᾤκει·
κᾆτ᾽ ἐλαγοθήρει
πλεξάμενος ἄρκυς,    790
καὶ κύνα τιν᾽ εἶχεν,
κοὐκέτι κατῆλθε πάλιν οἴκαδ᾽ ὑπὸ μίσους.
οὕτω τὰς γυναῖκας ἐβδελύχθη
᾽κεῖνος, ἡμεῖς τ᾽ οὐδὲν ἧττον    795
τοῦ Μελανίωνος οἱ σώφρονες.

Γέρων
βούλομαί σε γραῦ κύσαι--

Γυνή
κρόμμυόν τἄρ᾽ οὐκ ἔδει.

Γέρων
κἀνατείνας λακτίσαι.

Γυνή
τὴν λόχμην πολλὴν φορεῖς.    800

Χορὸς Γερόντων
καὶ Μυρωνίδης γὰρ ἦν
τραχὺς ἐντεῦθεν μελάμπυγός
τε τοῖς ἐχθροῖς ἅπασιν,
ὥς δὲ καὶ Φορμίων.

Χορὸς Γυναικῶν
κἀγὼ βούλομαι μῦθόν τιν᾽ ὑμῖν ἀντιλέξαι    805
τῷ Μελανίωνι.
Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν
ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος,    810
Ἐρινύων ἀποῤῥώξ.
οὗτος οὖν ὁ Τίμων


ᾤχεθ᾽ ὑπὸ μίσους
πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.    815
οὕτω ᾽κεῖνος ὑμῶν ἀντεμίσει
τοὺς πονηροὺς ἄνδρας ἀεί,
ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.    820

Γυνή
τὴν γνάθον βούλει θένω;

Γέρων
μηδαμῶς· ἔδεισά γε.
Γυνή
ἀλλὰ κρούσω τῷ σκέλει;

Γέρων
τὸν σάκανδρον ἐκφανεῖς.

Χορὸς Γυναικῶν
ἀλλ᾽ ὅμως ἂν οὐκ ἴδοις    825
καίπερ οὔσης γραὸς ὄντ᾽ αὐτὸν
κομήτην, ἀλλ᾽ ἀπεψιλωμένον
τῷ λύχνῳ.

Λυσιστράτη
ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρ᾽ ὡς ἐμὲ
ταχέως.    830

Γυνή
τί δ᾽ ἔστιν; εἰπέ μοι τίς ἡ βοή;

Λυσιστράτη
ἄνδρ᾽ <ἄνδρ᾽> ὁρῶ προσιόντα παραπεπληγμένον,
τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.
ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου
μεδέουσ᾽, ἴθ᾽ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.

Γυνή
ποῦ δ᾽ ἐστὶν ὅστις ἐστί;    835

Λυσιστράτη
παρὰ τὸ τῆς Χλόης.

Γυνὴ
ὢ νὴ Δί᾽ ἔστι δῆτα. τίς κἀστίν ποτε;

Λυσιστράτη
ὁρᾶτε· γιγνώσκει τις ὑμῶν;

Μυῤῥίνη
νὴ Δία
ἔγωγε· κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.

Λυσιστράτη
σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν
κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,    840
καὶ πάνθ᾽ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.

Μυῤῥίνη
ἀμέλει ποιήσω ταῦτ᾽ ἐγώ.

Λυσιστράτη
καὶ μὴν ἐγὼ
ξυνηπεροπεύσω <σοι> παραμένουσ᾽ ἐνθαδί,
καὶ ξυσταθεύσω τοῦτον. ἀλλ᾽ ἀπέλθετε.

Κινησίας
οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μ᾽ ἔχει    845
χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.

Λυσιστράτη
τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;

Κινησίας
ἐγώ.

Λυσιστράτη
ἀνήρ;

Κινησίας
ἀνὴρ δῆτ᾽.

Λυσιστράτη
οὐκ ἄπει δῆτ᾽ ἐκποδών;

Κινησίας
σὺ δ᾽ εἶ τίς ἡκβάλλουσά μ᾽;

Λυσιστράτη
ἡμεροσκόπος.

Κινησίας
πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυῤῥίνην.    850

Λυσιστράτη
ἰδοὺ καλέσω ᾽γὼ Μυῤῥίνην σοι; σὺ δὲ τίς εἶ;

Κινησίας
ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.

Λυσιστράτη
ὦ χαῖρε φίλτατ᾽· οὐ γὰρ ἀκλεὲς τοὔνομ
τὸ σὸν παρ᾽ ἡμῖν ἐστιν οὐδ᾽ ἀνώνυμον.
ἀεὶ γὰρ ἡ γυνή σ᾽ ἔχει διὰ στόμα.    855
κἂν ᾠὸν ἢ μῆλον λάβῃ, “Κινησίᾳ
τουτὶ γένοιτο,” φησίν.
 
Κινησίας
ὢ πρὸς τῶν θεῶν.

Λυσιστράτη
νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γ᾽ ἐμπέσῃ
λόγος τις, εἴρηκ᾽ εὐθέως ἡ σὴ γυνὴ
ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.    860

Κινησίας
ἴθι νυν κάλεσον αὐτήν.

Λυσιστράτη
τί οὖν; δώσεις τί μοι;

Κινησίας
ἔγωγέ <σοι> νὴ τὸν Δί᾽, ἢν βούλῃ γε σύ·
ἔχω δὲ τοῦθ᾽· ὅπερ οὖν ἔχω, δίδωμί σοι.

Λυσιστράτη
φέρε νυν καλέσω καταβᾶσά σοι.

Κινησίας
ταχύ νυν πάνυ.
ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,    865
ἐξ οὗπερ αὕτη ᾽ξῆλθεν ἐκ τῆς οἰκίας·
ἀλλ᾽ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ
εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις
χάριν οὐδεμίαν οἶδ᾽ ἐσθίων· ἔστυκα γάρ.

Μυῤῥίνη
φιλῶ φιλῶ ᾽γὼ τοῦτον· ἀλλ᾽ οὐ βούλεται    870
ὑπ᾽ ἐμοῦ φιλεῖσθαι. σὺ δ᾽ ἐμὲ τούτῳ μὴ κάλει.

Κινησίας
ὦ γλυκύτατον Μυῤῥινίδιον τί ταῦτα δρᾷς;
κατάβηθι δεῦρο.

Μυῤῥίνη
μὰ Δί᾽ ἐγὼ μὲν αὐτόσ᾽ οὔ.

Κινησίας
ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυῤῥίνη;

Μυῤῥίνη
οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.    875

Κινησίας
ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν.

Μυῤῥίνη
ἄπειμι.

Κινησίας
μὴ δῆτ᾽, ἀλλὰ τῷ γοῦν παιδίῳ
ὑπάκουσον· οὗτος οὐ καλεῖς τὴν μαμμίαν;

Παῖς Κινησίου
μαμμία, μαμμία, μαμμία.

Κινησίας
αὕτη τί πάσχεις; οὐδ᾽ ἐλεεῖς τὸ παιδίον    880
ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;

Μυῤῥίνη
ἔγωγ᾽ ἐλεῶ δῆτ᾽· ἀλλ᾽ ἀμελὴς αὐτῷ πατὴρ
ἔστιν.

Κινησίας
κατάβηθ᾽ ὦ δαιμονία τῷ παιδίῳ.

Μυῤῥίνη
οἷον τὸ τεκεῖν· καταβατέον. τί γὰρ πάθω;

Κινησίας
ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ    885
πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν·
χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,
ταῦτ᾽ αὐτὰ δή ᾽σθ᾽ ἃ κἄμ᾽ ἐπιτρίβει τῷ πόθῳ.

Μυῤῥίνη
ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,
φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ.    890

Κινησίας
τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις
πείθει γυναιξί, κἀμέ τ᾽ ἄχθεσθαι ποιεῖς
αὐτή τε λυπεῖ;

Μυῤῥίνη
μὴ πρόσαγε τὴν χεῖρά μοι.

Κινησίας
τὰ δ᾽ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα
χεῖρον διατίθης.    895

Μυῤῥίνη
ὀλίγον αὐτῶν μοι μέλει.

Κινησίας
ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης
ὑπὸ τῶν ἀλεκτρυόνων;

Μυῤῥίνη
ἔμοιγε νὴ Δία.

Κινησίας
τὰ <δὲ> τῆς Ἀφροδίτης ἱέρ᾽ ἀνοργίαστά σοι
χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν;

Μυῤῥίνη
μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἢν μὴ διαλλαχθῆτέ γε    900
καὶ τοῦ πολέμου παύσησθε.

Κινησίας
τοιγάρ, ἢν δοκῇ,
ποιήσομεν καὶ ταῦτα.

Μυῤῥίνη
τοιγάρ, ἢν δοκῇ,
κἄγωγ᾽ ἄπειμ᾽ ἐκεῖσε· νῦν δ᾽ ἀπομώμοκα.

Κινησίας
σὺ δ᾽ ἀλλὰ κατακλίνηθι μετ᾽ ἐμοῦ διὰ χρόνου.

Μυῤῥίνη
οὐ δῆτα· καίτοι σ᾽ οὐκ ἐρῶ γ᾽ ὡς οὐ φιλῶ.    905

Κινησίας
φιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύῤῥιον;

Μυῤῥίνη
ὦ καταγέλαστ᾽ ἐναντίον τοῦ παιδίου;

Κινησίας
μὰ Δί᾽ ἀλλὰ τοῦτό γ᾽ οἴκαδ᾽ ὦ Μανῆ φέρε.
ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ᾽κποδών,
σὺ δ᾽ οὐ κατακλίνει.    910

Μυῤῥίνη
ποῦ γὰρ ἄν τις καὶ τάλαν
δράσειε τοῦθ᾽;

Κινησίας
ὅπου; τὸ τοῦ Πανὸς καλόν.

Μυῤῥίνη
καὶ πῶς ἔθ᾽ ἁγνὴ δῆτ᾽ ἂν ἔλθοιμ᾽ ἐς πόλιν;

Κινησίας
κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ.

Μυῤῥίνη
ἔπειτ᾽ ὀμόσασα δῆτ᾽ ἐπιορκήσω τάλαν;

Κινησίας
εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς.    915

Μυῤῥίνη
φέρε νυν ἐνέγκω κλινίδιον νῷν.

Κινησίας
μηδαμῶς.
ἀρκεῖ χαμαὶ νῷν.

Μυῤῥίνη
μὰ τὸν Ἀπόλλω μή σ᾽ ἐγὼ
καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.

Κινησίας
ἥ τοι γυνὴ φιλεῖ με, δήλη ᾽στὶν καλῶς.

Μυῤῥίνη
ἰδοὺ κατάκεισ᾽ ἀνύσας τι, κἀγὼ ᾽κδύομαι.    920
καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ᾽ ἐξοιστέα.

Κινησίας
ποία ψίαθος; μὴ μοί γε.

Μυῤῥίνη
νὴ τὴν Ἄρτεμιν,
αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.

Κινησίας
δός μοί νυν κύσαι.

Μυῤῥίνη
ἰδού.

Κινησίας
παπαιάξ· ἧκέ νυν ταχέως πάνυ.

Μυῤῥίνη
ἰδοὺ ψίαθος· κατάκεισο, καὶ δὴ ᾽κδύομαι.    925
καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.

Κινησίας
ἀλλ᾽ οὐδὲ δέομ᾽ ἔγωγε.

Μυῤῥίνη
νὴ Δί᾽ ἀλλ᾽ ἐγώ.

Κινησίας
ἀλλ᾽ ἢ τὸ πέος τόδ᾽ Ἡρακλῆς ξενίζεται.

Μυῤῥίνη
ἀνίστασ᾽, ἀναπήδησον. ἤδη πάντ᾽ ἔχω.

Κινησίας
ἅπαντα δῆτα. δεῦρό νυν ὦ χρύσιον.    930

Μυῤῥίνη
τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν·
μή μ᾽ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.

Κινησίας
νὴ Δί᾽ ἀπολοίμην ἆρα.

Μυῤῥίνη
σισύραν οὐκ ἔχεις.

Κινησίας
μὰ Δί᾽ οὐδὲ δέομαί γ᾽, ἀλλὰ βινεῖν βούλομαι.

Μυῤῥίνη
ἀμέλει ποιήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι.    935

Κινησίας
ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.

Μυῤῥίνη
ἔπαιρε σαυτόν.

Κινησίας
ἀλλ᾽ ἐπῆρται τοῦτό γε.

Μυῤῥίνη
βούλει μυρίσω σε;

Κινησίας
μὰ τὸν Ἀπόλλω μὴ μέ γε.

Μυῤῥίνη
νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γ᾽ ἤν τε μή.

Κινησίας
εἴθ᾽ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα.    940

Μυῤῥίνη
πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών.

Κινησίας
οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,
εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.

Μυῤῥίνη
τάλαιν᾽ ἐγὼ τὸ ῾Ρόδιον ἤνεγκον μύρον.

Κινησίας
ἀγαθόν· ἔα αὔτ᾽ ὦ δαιμονία.    945

Μυῤῥίνη
ληρεῖς ἔχων.

Κινησίας
κάκιστ᾽ ἀπόλοιθ᾽ ὁ πρῶτος ἑψήσας μύρον.

Μυῤῥίνη
λαβὲ τόνδε τὸν ἀλάβαστον.

Κινησίας
ἀλλ᾽ ἕτερον ἔχω.
ἀλλ᾽ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε
μηδέν.

Μυῤῥίνη
ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.
ὑπολύομαι γοῦν. ἀλλ᾽ ὅπως ὦ φίλτατε    950
σπονδὰς ποιεῖσθαι ψηφιεῖ.

Κινησίας
βουλεύσομαι.
ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ
τά τ᾽ ἄλλα πάντα κἀποδείρασ᾽ οἴχεται.

Κινησίας
οἴμοι τί πάθω; τίνα βινήσω
τῆς καλλίστης πασῶν ψευσθείς;    955
πῶς ταυτηνὶ παιδοτροφήσω;
ποῦ Κυναλώπηξ;
μίσθωσόν μοι τὴν τίτθην.

Χορὸς Γερόντων
ἐν δεινῷ γ᾽ ὦ δύστηνε κακῷ
τείρει ψυχὴν ἐξαπατηθείς.    960
κἄγωγ᾽ οἰκτίρω σ᾽ αἰαῖ.
ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι,
ποία ψυχή, ποῖοι δ᾽ ὄρχεις,
ποία δ᾽ ὀσφῦς, ποῖος δ᾽ ὄῤῥος
κατατεινόμενος    965
καὶ μὴ βινῶν τοὺς ὄρθρους;

Κινησίας
ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν.

Χορὸς Γερόντων
ταυτὶ μέντοι νυνί σ᾽ ἐποίησ᾽
ἡ παμβδελυρὰ καὶ παμμυσαρά.

Κινησίας
μὰ Δί᾽ ἀλλὰ φίλη καὶ παγγλυκερά.    970

Χορὸς Γερόντων
ποία γλυκερά; μιαρὰ μιαρά.

Κινησίας
<μιαρὰ> δῆτ᾽ ὦ Ζεῦ ὦ Ζεῦ·
εἴθ᾽ αὐτὴν ὥσπερ τοὺς θωμοὺς
μεγάλῳ τυφῷ καὶ πρηστῆρι

ξυστρέψας καὶ ξυγγογγύλας    975
οἴχοιο φέρων, εἶτα μεθείης,
ἡ δὲ φέροιτ᾽ αὖ πάλιν ἐς τὴν γῆν,
κᾆτ᾽ ἐξαίφνης
περὶ τὴν ψωλὴν περιβαίη.

Κῆρυξ Λακεδαιμονίων
πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία    980
ἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον.

Κινησίας
σὺ δ᾽ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος;

Κῆρυξ Λακεδαιμονίων
κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼ
ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.

Κινησίας
κἄπειτα δόρυ δῆθ᾽ ὑπὸ μάλης ἥκεις ἔχων;    985

Κῆρυξ Λακεδαιμονίων
οὐ τὸν Δί᾽ οὐκ ἐγών γα.

Κινησίας
ποῖ μεταστρέφει;
τί δὴ προβάλλει τὴν χλαμύδ᾽; ἢ βουβωνιᾷς
ὑπὸ τῆς ὁδοῦ;

Κῆρυξ Λακεδαιμονίων
παλαιόρ γα ναὶ τὸν Κάστορα
ὥνθρωπος.

Κινησίας
ἀλλ᾽ ἔστυκας ὦ μιαρώτατε.

Κῆρυξ Λακεδαιμονίων
οὐ τὸν Δί᾽ οὐκ ἐγών γα· μηδ᾽ αὖ πλαδδίη.    990

Κινησίας
τί δ᾽ ἐστί σοι τοδί;

Κῆρυξ Λακεδαιμονίων
σκυτάλα Λακωνικά.

Κινησίας
εἴπερ γε χαὔτη ᾽στὶ σκυτάλη Λακωνική.
ἀλλ᾽ ὡς πρὸς εἰδότ᾽ ἐμὲ σὺ τἀληθῆ λέγε.
τί τὰ πράγμαθ᾽ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;

Κῆρυξ Λακεδαιμονίων
ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι    995
ἅπαντες ἐστύκαντι· Πελλάνας δὲ δεῖ.

Κινησίας
ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;
ἀπὸ Πανός;

Κῆρυξ Λακεδαιμονίων
οὔκ, ἀλλ᾽ ἆρχεν οἰῶ Λαμπιτώ,
ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα
γυναῖκες περ ἀπὸ μιᾶς ὑσπλαγίδος    1000
ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.

Κινησίας
πῶς οὖν ἔχετε;

Κῆρυξ Λακεδαιμονίων
μογίομες. ἂν γὰρ τὰν πόλιν
 περ λυχνοφορίοντες ἐπικεκύφαμες.
ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν
ἐῶντι, πρίν γ᾽ ἅπαντες ἐξ ἑνὸς λόγω    1005
σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα.

Κινησίας
τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται
ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω.
ἀλλ᾽ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν
αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί.    1010
ἐγὼ δ᾽ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω
πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.

Κῆρυξ Λακεδαιμονίων
ποτάομαι· κράτιστα γὰρ παντᾷ λέγεις.

Χορὸς Γερόντων
οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
οὐδὲ πῦρ, οὐδ᾽ ὧδ᾽ ἀναιδὴς οὐδεμία πόρδαλις.    1015

Χορὸς Γυναικῶν
ταῦτα μέντοι <σὺ> ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,
ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμ᾽ ἔχειν φίλην;

Χορὸς Γερόντων
ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.

Χορὸς Γυναικῶν
ἀλλ᾽ ὅταν βούλῃ σύ· νῦν δ᾽ οὖν οὔ σε περιόψομαι
γυμνὸν ὄνθ᾽ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ.    1020
ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐνδύσω σε προσιοῦσ᾽ ἐγώ.

Χορὸς Γερόντων
τοῦτο μὲν μὰ τὸν Δί᾽ οὐ πονηρὸν ἐποιήσατε·
ἀλλ᾽ ὑπ᾽ ὀργῆς γὰρ πονηρᾶς καὶ τότ᾽ ἀπέδυν ἐγώ.

Χορὸς Γυναικῶν
πρῶτα μὲν φαίνει γ᾽ ἀνήρ, εἶτ᾽ οὐ καταγέλαστος εἶ.
κεἴ με μὴ ᾽λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον    1025
τοὐπὶ τὠφθαλμῷ λαβοῦσ᾽ ἐξεῖλον ἂν ὃ νῦν ἔνι.

Χορὸς Γερόντων
τοῦτ᾽ ἄρ᾽ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί·
ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι·
ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.

Χορὸς Γυναικῶν
ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ.    1030
ἦ μέγ᾽ ὦ Ζεῦ χρῆμ᾽ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.
οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;

Χορὸς Γερόντων
νὴ Δί᾽ ὤνησάς γέ μ᾽, ὡς πάλαι γέ μ᾽ ἐφρεωρύχει,
ὥστ᾽ ἐπειδὴ ᾽ξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.

Χορὸς Γυναικῶν
ἀλλ᾽ ἀποψήσω σ᾽ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,    1035
καὶ φιλήσω.

Χορὸς Γερόντων
μὴ φιλήσῃς.

Χορὸς Γυναικῶν
ἤν τε
βούλῃ γ᾽ ἤν τε μή.

Χορὸς Γερόντων
ἀλλὰ μὴ ὥρασ᾽ ἵκοισθ᾽· ὡς ἐστὲ θωπικαὶ φύσει,
κἄστ᾽ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,
οὔτε σὺν πανωλέθροισιν οὔτ᾽ ἄνευ πανωλέθρων.
ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι    1040
οὔτε δράσω φλαῦρον οὐδὲν οὔθ᾽ ὑφ᾽ ὑμῶν πείσομαι.
ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.

Χορός
οὐ παρασκευαζόμεσθα
τῶν πολιτῶν οὐδέν᾽ ὦνδρες
φλαῦρον εἰπεῖν οὐδὲ ἕν.    1045
ἀλλὰ πολὺ τοὔμπαλιν πάντ᾽ ἀγαθὰ καὶ λέγειν
καὶ δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα.
ἀλλ᾽ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή,
εἴ τις ἀργυρίδιον δεῖται    1050
λαβεῖν μνᾶς ἢ δύ᾽ ἢ τρεῖς,
ὡς πόλλ᾽ ἔσω ᾽στὶν
κἄχομεν βαλλάντια.
κἄν ποτ᾽ εἰρήνη φανῇ,
ὅστις ἂν νυνὶ δανείσηται    1055
παρ᾽ ἡμῶν,
ἃν λάβῃ μηκέτ᾽ ἀποδῷ.

Χορός
ἑστιᾶν δὲ μέλλομεν ξένους
τινὰς Καρυστίους, ἄν-
δρας καλούς τε κἀγαθούς.    1060
κἄστιν <ἔτ᾽> ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι,
καὶ τοῦτο τέθυχ᾽, ὡς τὰ κρέ᾽ ἔδεσθ᾽ ἁπαλὰ καὶ καλά.
ἥκετ᾽ οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴ
τοῦτο δρᾶν λελουμένους αὔ-
τούς τε καὶ τὰ παιδί᾽, εἶτ᾽ εἴσω βαδίζειν,    1065
μηδ᾽ ἐρέσθαι μηδένα,
ἀλλὰ χωρεῖν ἄντικρυς
ὥσπερ οἴκαδ᾽ εἰς ἑαυτῶν
γεννικῶς, ὡς    1070
ἡ θύρα κεκλῄσεται.

Χορός
καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας
χωροῦσ᾽, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.

ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε,
εἶτ᾽ εἴπαθ᾽ ἡμῖν πῶς ἔχοντες ἥκετε.    1075

Λάκων
τί δεῖ ποθ᾽ ὑμὲ πολλὰ μυσίδδειν ἔπη;
ὁρῆν γὰρ ἔξεσθ᾽ ὡς ἔχοντες ἵκομες.

Χορός
βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰ
δεινῶς, τεθερμῶσθαί γε χεῖρον φαίνεται.

Λάκων
ἄφατα. τί κα λέγοι τις; ἀλλ᾽ ὅπᾳ σέλει    1080
παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.

Χορός
καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας
ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων
θαἰμάτι᾽ ἀποστέλλοντας· ὥστε φαίνεται
ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.    1085

Αθηναίος
τίς ἂν φράσεις ποῦ᾽ στιν ἡ Λυσιστράτη;
ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.

Χορός
χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ.
ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;

Αθηναίος
μὰ Δί᾽ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.    1090
ὥστ᾽ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,
οὐκ ἔσθ᾽ ὅπως οὐ Κλεισθένη βινήσομεν.

Χορός
εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ᾽, ὅπως
τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.

Αθηναίος
νὴ τὸν Δί᾽ εὖ μέντοι λέγεις.    1095

Λάκων
ναὶ τὼ σιὼ
παντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα.

Αθηναίος
ὢ χαίρετ᾽ ὦ Λάκωνες· αἰσχρά γ᾽ ἐπάθομεν.

Λάκων
ὦ Πολυχαρείδα δεινά κ᾽ αὖ ᾽πεπόνθεμες,
αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.

Αθηναίος
ἄγε δὴ Λάκωνες αὔθ᾽ ἕκαστα χρὴ λέγειν.    1100
ἐπὶ τί πάρεστε δεῦρο;

Λάκων
περὶ διαλλαγᾶν
πρέσβεις.

Αθηναίος
καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί.
τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην,
ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;

Λάκων
ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον.    1105

Αθηναίος
ἀλλ᾽ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν·
αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδ᾽ ἐξέρχεται.
Χορός
χαῖρ᾽ ὦ πασῶν ἀνδρειοτάτη· δεῖ δὴ νυνί σε γενέσθαι
δεινὴν <δειλὴν> ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον·
ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι    1110
συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ᾽ ἐπέτρεψαν.

Λυσιστράτη
ἀλλ᾽ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις
ὀργῶντας ἀλλήλων τε μὴ ᾽κπειρωμένους.
τάχα δ᾽ εἴσομαι ᾽γώ. ποῦ ᾽στιν ἡ Διαλλαγή;
πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς,    1115
καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδ᾽ αὐθαδικῇ,
μηδ᾽ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτ᾽ ἔδρων,
ἀλλ᾽ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ,
ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.
ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε,    1120
οὗ δ᾽ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.
ἄνδρες Λάκωνες στῆτε παρ᾽ ἐμὲ πλησίον,
ἐνθένδε δ᾽ ὑμεῖς, καὶ λόγων ἀκούσατε.
ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ᾽ ἔνεστί μοι,
αὐτὴ δ᾽ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω,    1125
τοὺς δ᾽ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους
πολλοὺς ἀκούσασ᾽ οὐ μεμούσωμαι κακῶς.
λαβοῦσα δ᾽ ὑμᾶς λοιδορῆσαι βούλομαι
κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος
βωμοὺς περιῤῥαίνοντες ὥσπερ ξυγγενεῖς    1130
Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ (πόσους
εἴποιμ᾽ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;)
ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι
Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.
εἷς μὲν λόγος μοι δεῦρ᾽ ἀεὶ περαίνεται.    1135

Αθηναίος
ἐγὼ δ᾽ ἀπόλλυμαί γ᾽ ἀπεψωλημένος.

Λυσιστράτη
εἶτ᾽ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,
οὐκ ἴσθ᾽ ὅτ᾽ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ
ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο
ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι    1140
στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε
ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.
ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις
Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.
ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο    1145
δῃοῦτε χώραν, ἧς ὑπ᾽ εὖ πεπόνθατε;

Αθηναίος
ἀδικοῦσιν οὗτοι νὴ Δί᾽ ὦ Λυσιστράτη.

Λάκων
ἀδικίομες· ἀλλ᾽ ὁ πρωκτὸς ἄφατον ὡς καλός.

Λυσιστράτη
ὑμᾶς δ᾽ ἀφήσειν τοὺς Ἀθηναίους <μ᾽> οἴει;
οὐκ ἴσθ᾽ ὅθ᾽ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ    1150
κατωνάκας φοροῦντας ἐλθόντες δορὶ
πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,
πολλοὺς δ᾽ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,
ξυνεκμαχοῦντες τῇ τόθ᾽ ἡμέρᾳ μόνοι,
κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης    1155
τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;

Λάκων
οὔπα γυναῖκ᾽ ὄπωπα χαϊωτεραν.

Αθηναίος
ἐγὼ δὲ κύσθον γ᾽ οὐδέπω καλλίονα.

Λυσιστράτη
τί δῆθ᾽ υπηργμένων γε πολλῶν κἀγαθῶν
μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;    1160
τί δ᾽ οὐ διηλλάγητε; φέρε τί τοὐμποδών;

Λάκων
ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον
λῇ τοῦτ᾽ ἀποδόμεν.

Λυσιστράτη
ποῖον ὦ τᾶν;

Λάκων
τὰν Πύλον,
ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες.

Αθηναίος
μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ᾽ οὐ δράσετε.    1165

Λυσιστράτη
ἄφετ᾽ ὦγάθ᾽ αὐτοῖς.

Αθηναίος
κᾆτα τίνα κινήσομεν;

Λυσιστράτη
ἕτερόν γ᾽ ἀπαιτεῖτ᾽ ἀντὶ τούτου χωρίον.

Αθηναίος
τὸ δεῖνα τοίνυν παράδοθ᾽ ἡμῖν τουτονὶ
πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ
κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.    1170

Λάκων
οὐ τὼ σιὼ οὐχὶ πάντα γ᾽ ὦ λισσάνιε.

Λυσιστράτη
ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.

Αθηναίος
ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.

Λάκων
ἐγὼ δὲ κοπραγωγεῖν γα πρῶτα ναὶ τὼ σιώ.

Λυσιστράτη
ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.    1175
ἀλλ᾽ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ
τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.

Αθηναίος
ποίοισιν ὦ τᾶν ξυμμάχοις; ἐστύκαμεν.
οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν
βινεῖν ἅπασιν;    1180

Λάκων
τοῖσι γῶν ναὶ τὼ σιὼ
ἁμοῖσι.

Αθηναίος
καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.

Λυσιστράτη
καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε,
ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει
ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.
ὅρκους δ᾽ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.    1185
κἄπειτα τὴν αὑτοῦ γυναῖχ᾽ ὑμῶν λαβὼν
ἄπεισ᾽ ἕκαστος.

Αθηναίος
ἀλλ᾽ ἴωμεν ὡς τάχος.

Λάκων
ἄγ᾽ ὅπᾳ τυ λῇς.

Αθηναίος
νὴ τὸν Δί᾽ ὡς τάχιστ᾽ ἄγε.

Χορός
στρωμάτων δὲ ποικίλων καὶ
χλανιδίων καὶ ξυστίδων καὶ    1190
χρυσίων, ὅσ᾽ ἐστί μοι,
οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν
τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.
πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν
χρημάτων νῦν ἔνδοθεν, καὶ    1195
μηδὲν οὕτως εὖ σεσημάν-
θαι τὸ μὴ οὐχὶ
τοὺς ῥύπους ἀνασπάσαι,
χἄττ᾽ <ἂν> ἔνδον ᾖ φορεῖν.
ὄψεται δ᾽ οὐδὲν σκοπῶν, εἰ    1200
μή τις ὑμῶν
ὀξύτερον ἐμοῦ βλέπει.

Χορός
εἰ δέ τῳ μὴ σῖτος ὑμῶν
ἔστι, βόσκει δ᾽ οἰκέτας καὶ
σμικρὰ πολλὰ παιδία,    1205
ἔστι παρ᾽ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν,
ὁ δ᾽ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.
ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω
εἰς ἐμοῦ σάκκους ἔχων καὶ
κωρύκους, ὡς λήψεται πυ-    1210
ρούς· ὁ Μανῆς δ᾽
οὑμὸς αὐτοῖς ἐμβαλεῖ.
πρός γε μέντοι τὴν θύραν
προαγορεύω μὴ βαδίζειν
τὴν ἐμήν, ἀλλ᾽
εὐλαβεῖσθαι τὴν κύνα.    1215

Αθηναίος Α.
ἄνοιγε τὴν θύραν· παραχωρεῖν οὐ θέλεις;
ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδι
ὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον.
οὐκ ἂν ποιήσαιμ᾽. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,
ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν.    1220

Αθηναίος Β
χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.

Αθηναίος Α.
οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά.
οὐκ ἄπιθ᾽, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν
καθ᾽ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;

Αθηναίος Β.
οὔπω τοιοῦτον συμπόσιον ὄπωπ᾽ ἐγώ.    1225
ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί·
ἡμεῖς δ᾽ ἐν οἴνῳ συμπόται σοφώτατοι.

Αθηναίος Α.
ὀρθῶς γ᾽, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν·
ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,
μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν.    1230
νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονα
νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν·
ὥσθ᾽ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν,
ἃ δ᾽ οὐ λέγουσι, ταῦθ᾽ ὑπονενοήκαμεν,
ἀγγέλλομεν δ᾽ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι.    1235
νυνὶ δ᾽ ἅπαντ᾽ ἤρεσκεν· ὥστ᾽ εἰ μέν γέ τις
ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον,
ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν.
ἀλλ᾽ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν
ἐς ταὐτόν. οὐκ ἐῤῥήσετ᾽ ὦ μαστιγίαι;    1240

Αθηναίος Β.
νὴ τὸν Δί᾽ ὡς ἤδη γε χωροῦσ᾽ ἔνδοθεν.

Λάκων
ὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια,
ἵν᾽ ἐγὼ διποδιάξω τε κἀείσω καλὸν
ἐς τὼς Ἀσαναίως τε καὶ ἐς ἡμᾶς ἅμα.

Αθηναίος
λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν,    1245
ὡς ἥδομαί γ᾽ ὑμᾶς ὁρῶν ὀρχουμένους.

Χορὸς Λακεδαιμονίων
ὅρμαον
τὼς κυρσανίως ὦ Μναμοΰνα
τάν τ᾽ ἐμὰν Μῶαν, ἅτις
οἶδεν ἁμὲ τώς τ᾽ Ἀσαναίως,    1250
ὅκα τοὶ μὲν ἐπ᾽ Ἀρταμιτίῳ
πρὤκροον σιοείκελοι
ποττὰ κᾶλα τὼς Μήδως τ᾽ ἐνίκων,
ἁμὲ δ᾽ αὖ Λεωνίδας
ἆγεν περ τὼς κάπρως    1255
θάγοντας οἰῶ τὸν ὀδόντα·
πολὺς δ᾽ ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσει,
πολὺς δ᾽ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἵετο.
ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως    1260
τᾶς ψάμμας τοὶ Πέρσαι.
ἀγροτέρα σηροκτόνε
μόλε δεῦρο παρσένε σιὰ
ποττὰς σπονδάς,
ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον.    1265
νῦν δ᾽ αὖ φιλία τ᾽ αἰὲς εὔπορος εἴη
ταῖς συνθήκαις,
καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα.
ὢ δεῦρ᾽ ἴθι δεῦρ᾽ ὦ
κυναγὲ παρσένε.    1270

Αθηναίος
ἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς,
ἀπάγεσθε ταύτας ὦ Λάκωνες, τάσδε τε
ὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ    1275
στήτω παρ᾽ ἄνδρα, κᾆτ᾽ ἐπ᾽ ἀγαθαῖς συμφοραῖς
ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα
τὸ λοιπὸν αὖθις μὴ ᾽ξαμαρτάνειν ἔτι.

Χορὸς Αθηναίων
πρόσαγε χορόν, ἔπαγε <δὲ> Χάριτας,
ἐπὶ δὲ κάλεσον Ἄρτεμιν,    1280
ἐπὶ δὲ δίδυμον ἀγέχορον
Ἰήιον
εὔφρον᾽, ἐπὶ δὲ Νύσιον,
ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται,
Δία τε πυρὶ φλεγόμενον, ἐπί τε    1285
πότνιαν ἄλοχον ὀλβίαν·
εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι
χρησόμεθ᾽ οὐκ ἐπιλήσμοσιν
Ἡσυχίας πέρι τῆς ἀγανόφρονος,
ἣν ἐποίησε θεὰ Κύπρις.    1290
ἀλαλαὶ ἰὴ παιήων·
αἴρεσθ᾽ ἄνω ἰαί,
ὡς ἐπὶ νίκῃ ἰαί.
εὐοῖ εὐοῖ, εὐαί εὐαί.

Αθηναίος
πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.    1295
Χορὸς Λακεδαιμονίων
Ταΰγετον αὖτ᾽ ἐραννὸν ἐκλιπῶα
Μῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶν
κλέωα τὸν Ἀμύκλαις σιὸν
καὶ χαλκίοικον Ἀσάναν,    1300
Τυνδαρίδας τ᾽ ἀγασώς,
τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.
εἶα μάλ᾽ ἔμβη
ὢ εἶα κοῦφα πάλλων,
ὡς Σπάρταν ὑμνίωμες,    1305
τᾷ σιῶν χοροὶ μέλοντι
καὶ ποδῶν κτύπος,
  τε πῶλοι ταὶ κόραι
πὰρ τὸν Εὐρωταν
ἀμπάλλοντι πυκνὰ ποδοῖν    1310
ἀγκονίωαι,
ταὶ δὲ κόμαι σείονθ᾽ περ Βακχᾶν
θυρσαδδωᾶν καὶ παιδδωᾶν.
ἁγεῖται δ᾽ ἁ Λήδας παῖς
ἁγνὰ χοραγὸς εὐπρεπής.    1315
ἀλλ᾽ ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖν τε πάδη
  τις ἔλαφος· κρότον δ᾽ ἁμᾷ ποίει χορωφελήταν.
καὶ τὰν σιὰν δ᾽ αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.    1320