This page needs to be proofread.
DIO’S ROMAN HISTORY
BOOK XLVI
Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἕκτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
α. |
Ὡς Καλῆνος ὑπὲρ Ἀντωνίου Κικέρωνι ἀντεῖπεν. |
β. |
Ὡς Ἀντώνιος ὑπὸ Καίσαρος καὶ τῶν ὑπάτων περὶ Μούτιναν ἡττήθη. |
γ. |
Ὡς Καῖσαρ ἐς Ῥώμην ἦλθε καὶ ὕπατος ἀπεδείχθη. |
δ. |
Ὡς Καῖσαρ καὶ Ἀντώνιος καὶ Λέπιδος συνώμοσαν. |
Χρόνου πλῆθος ἔτος ἕν, ἐν ᾧ ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
Γ. Οὐίβιος[1] Γ. υἱ. Πάνσας Καπρωνιανός Αὖλ. Ἵρτιος Αὔλ. υἱ. ὕπ.[2]
Τοιαῦτα τοῦ Κικέρωνος εἰπόντος ὁ Καλῆνος ὁ Κύιντος ὁ[3] Φούφιος ἀνέστη καὶ ἔλεξεν· “ἄλλως μὲν οὐδὲν οὔθ’ ὑπὲρ Ἀντωνίου τι ἀπολογήσασθαι οὔτε Κικέρωνος καθάψασθαι ἐδεόμην. οὐδὲ γὰρ οὐδ’ ἡγοῦμαι δεῖν ἐν ταῖς τοιαύταις σκέψεσιν ἀλλ’ ἁπλῶς ἅ τις φρονεῖ ἀποφαίνεσθαι· ἐκεῖνα μὲν γὰρ δικαστηρίου, ταῦτα δὲ συμβουλίας ἔργα ἐστίν. 2 ἐπειδὴ δὲ οὗτος τόν τε Ἀντώνιον κακῶς διὰ τὴν ἔχθραν τὴν ὑπάρχουσάν σφισι λέγειν ἐπεχείρησεν, ὃν ἐχρῆν, εἴπερ τι ἠδικήκει, ἐσηγγελκέναι,