Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/208

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

[Τηλέγονον δ᾽ ἄρ᾽ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην.[1]]
οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων 1015
πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.
 Ναυσίθοον δ᾽ Ὀδυσῆι Καλυψὼ δῖα θεάων
γείνατο Ναυσίνοόν τε μιγεῖσ᾽ ἐρατῇ φιλότητι.
 Aὗται μὲν θνητοῖσι παρ᾽ ἀνδράσιν εὐνηθεῖσαι
ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. 1020

 Nῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι
Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.

   *     *     *     *


ΚΑΤΑΛΟΓΟΙ ΓΥΝΑΙΚΩΝ. ΗΟΙΑΙ

1.

Scholiast on Apollonius Rhodins Arg. iii. 1086.
ὅτι Προμηθέως καὶ Προνοίης[2] υἱός Δευκαλίων
Ἡσίοδος ἐν πρώτῳ Καταλόγῳ φησί, καὶ ὅτι
Δευκαλιῶνος καὶ Πύρρας Ἕλλην.

2.

Ioannes Lydus,[3] de Mens. i. 13. Λατίνους μὲν
τοὺς ἐπιχωριάζοντας, Γραικοὺς δὲ τοὺς ἑλληνίζοντας
ἐκάλουν ἀπὸ Λατίνον ... καὶ Γραίκον τῶν
ἀδελφῶν, ὣς φησιν Ἡσίοδος ἐν Καταλόγοις·

  1. Omitted by D, Eustathius, and Laurentian Scholiast on Apollonius Rhodius iii. 200.
  2. Sittl : Πανδώρας, scholiast.
  3. An antiquarian writer of Byzantium, c. 490-570 A.D.
154