Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/232

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

Ephorus[1] in Strabo, vii. 302. Ἡσίοδος δὲ ἐν τῇ
καλουμένῃ γῆς περιόδῳ τὸν Φινέα ὑπὸ τῶν
Ἁρπυιῶν ἄγεσθαι—
 γλακτοφάγων ἐς γαῖαν ἀπήνας οἰκί' ἐχόντων.

40.

Strabo, vii. p. 300.
Αἰθίοπάς τε Λίγυς τε ἰδὲ Σκύθας ἱππημολγούς.

41.

Apollodorus, i. 9. 21. 6. διωκομένων δὲ τῶν
Ἀρπυιῶν ἡ μὲν κατὰ Πελοπόννησον εἰς τὸν Τίγρην
ποταμὸν ἐμπίπτει, ὃς νῦν ἀπ᾽ ἐκείνης Ἅρπυς
καλεῖται· ταύτην δὲ οἱ μὲν Νικοθόην, οἱ δὲ
Ἀελλόπουν καλοῦσιν. ἡ δὲ ἑτέρα καλουμένη Ὠκυπέτη,
ὡς δὲ ἔνιοι Ὠκυθόη (Ἡσίοδος δὲ λέγει αὐτὴν
Ὠκυπόδην), αὕτη κατὰ τὴν Προποντίδα φεύγουσα
μέχρις Ἐχινάδων ἦλθε νήσων, αἳ νῦν ἀπ᾽ ἐκείνης
Στρομφάδες καλοῦνται.

42.

Scholiast on Apollonius Rhodius, Arg. ii. 297, 296.
ὅτι δὲ ηὔξαντο οἱ περὶ Ζήτην τῷ Διί στραγέντες
λέγει καὶ Ἡσίοδος·
  ἔνθ' οἵ γ' εὐχέσθην Αἰνηίῳ ὑψιμέδοντι.
Ἀπολλώνιος μὲν οὗν τὴν ἀποστρέψασαν τοὺς
περὶ Ζήτην Ἶριν λέγει, Ἡσίοδος δὲ Ἑρμῆν.
 οἱ δὲ Στρομφάδας φασὶν αὐτὰς κεκλῆσθαι, καθὸ
ἐπιστραφέντες αὐτόθι ηὔξαντο τῷ Διί καταλαβεῖν

  1. Of Cyme. He wrote a universal history covering the period between the Dorian Migration and 340 B.C.
178