Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/268

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

95.

Schol. on Homer, Iliad ii. 469.
  Ἢ οἵην Ὑρίη Βοιωτίη ἔτρεφε κούρην.

96.

Palaephatns,[1] c. 42. περὶ Ζήθου καὶ Ἀμφίονος·
ἱστοροῦσιν ἄλλοι τε καὶ Ἡσίοδος, ὅτι κιθάρᾳ τὸ
τεῖχος τῶν Θηβῶν ἐτείχισαν.

97.

Schol. on Soph. Trach. 1167.
Ἕστι τις Ἐλλοπίη πολυλήιος ἠδ' ἐυλείμων,
ἀφνειὴ μήλοισι καὶ εἰλιπόδεσσι βόεσσιν·
ἐν δ᾽ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται
πολλοὶ ἀπειρέσιοι, φῦλα θνητῶν ἀνθρώπων· 5
ἔνθα δὲ Δωδώνη τις ἐπ᾽ ἐσχατιῇ πεπόλισται·
τὴν δὲ Ζεὺς ἐφίλησε καὶ ὃν χρηστήριον εἶναι
τίμιον ἀνθρώποις ...
... ναῖον δ' ἐν πυθμένι φηγοῦ·
ἔνθεν ἐπιχθόνιοι μαντήια πάντα φέρονται,
ὃς δὴ κεῖθι μολὼν θεὸν ἄμβροτον ἐξερεείνῃ 10
δῶρα φέρων τ' ἔλθῃσι σὺν οἰωνοῖς ἀγαθοῖσιν.

98.

Berlin Papyri, No. 9777.[2]
ὑσμίν[η ... θνητῶν δέ γε τίς κεν ἀνέτλη
ἔγχει μάρνασθα[ι καὶ ἐναντίον ὁρμηθῆναι,
πλήν γ' Ἡρακλῆ[ος μεγαλήτορος Ἀλκαίοιο;
αὐτεοιατ'† ἀρηίφ[ιλος κρατερὸς Μελέαγρος
ξανθοκόμης [Ὀινῆος ἴδ' Ἀλθαίης φίλος υἱός· 5
τοῦ καὶ ἀπ' ὀφθ[αλμῶν ἀπελάμπετο θεσπιδαές πῦρ
γοργῶν· ὑψηλ[ῷ δέ ποτ' ἐν Καλυδῶνι δάμασσε

  1. A writer on mythology of uncertain date.
  2. The fragment is part ot a leaf from a papyrus book of the 4th century A.D.
214