Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/282

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

 Ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη 115
θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
 Ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ
ὑσμίνη τρηχεῖα· σὺ δ᾽ ὡς πάρος ἦσθα δαΐφρων,
ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην 120
πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι.
 Ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν·
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε 125
Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότ᾽ ἔμελλε
τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
θήκατο δ᾽ ἀμφ᾽ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον
δεινὸς ἀνήρ· κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην
καββάλετ᾽ ἐξόπιθεν· πολλοὶ δ᾽ ἔντοσθεν ὀιστοὶ 130
ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες.
πρόσθεν μὲν θάνατόν τ᾽ εἶχον καὶ δάκρυσι μῦρον,
μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε
μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
εἵλετο δ᾽
[1] ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ,  135
κρατὶ δ᾽ ἔπ᾽ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,
δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,
ἥτ᾽ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.
 Χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ
οὔτ᾽ ἔρρηξε βαλὼν οὔτ᾽ ἔθλασε, θαῦμα ἰδέσθαι. 140
πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τ᾽ ἐλέφαντι
ἠλέκτρῳ θ᾽ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ

  1. Hermann : ἦσαν· ὃ δ᾽, MSS.
228