Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/316

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

αὐτὸν τοὺς θεράποντας τοῦ βασιλέως. τοῦ δὲ
βασιλέως χαλεπήναντος [καὶ ἀπεκτείναντος],
τὸν Μελάμποδα λαβεῖν καὶ θάψαι. τὰ δὲ τούτου
ἔγγονα τραφέντα ὑπὸὸ τούτου λείχειν τὰ ὦτα καὶ
ἐμπνεῦσαι αὐτῷ τὴν μαντικήν. διόπερ κλέπτοντα
αὐτὸν τὰς βόας τοῦ Ἰφίκλου εἰς Αἴγιναν τὴν
πόλιν περιληφθέντα δεθῆναι καὶ τοῦ οἴκου
μέλλοντος πεσεῖν ἐν ᾧ ἧν ὁ Ἴφικλος, τῇ διακόνων
πρεσβύτιδι, μηνῦσαι τοῦ Ἰφίκλου καὶ τούτου
χάριν ἀφεθῆναι.

13.

Scholiast on Apollonius Rhodius, Arg. iv. 828.
ἐν δὲ ταῖς Μεγάλαις Ἠοίαις Φόρβαντος καὶ Ἑκατης
ἡ Σκύλλα.

14.

Scholiast on Ajwllonius Rhodius, Arg. ii. 181.
πεπηρῶσθαι δὲ Φινέα φησὶν Ἡσίοδος ἐν Μεγάλαις
Ἠοίαις, ὅτι Φρίξῳ τὴν ὁδὸν ἐμήνυσεν.

15.

Scholiast on Apollonius Rhodius, Arg. ii. 1122.
Ἄργος] εἶς τῶν Φρίξου παίδων οὗτος. τούτους δὲ
. . . Ἡσίοδος ἐν ταῖς Μεγάλαις Ἠοίαις φασὶν ἐξ
Ἰοφώσσης τῆς Αἰήτου. καὶ οὗτος μέν φησιν
αὐτοὺς τέσσαρας, Ἄγρον Φρόντιν Μέλανα Κυτίσωρον.

16.

Antoninus Liberalis, xxiii. Βάττος· ἱστορεῐ ...
Ἡσίοδος ἐν Μεγάλαις Ἠοίαις. ...
 Ἄργου τοῠ Φρίξου καὶ Περιμήλης τῆς Αδμήτου
θυγατρός ἐγένετο Μάγνης. οὖτος ᾤκησεν

262