Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/372

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

 Τὴν δ᾽ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα· 405
τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
εὖτέ μοι Ἑρμῆς ἦλθ᾽ ἐριούνιος ἄγγελος ὠκὺς
πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς, 410
αὐτίκ᾽ ἐγὼν ἀνόρουσ᾽ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ
ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ᾽ ἐδωδήν,
ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
ὡς δέ μ᾽ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης, 415
ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
ἡμεῖς μὲν μάλα πᾶσαι ἀν᾽ ἱμερτὸν λειμῶνα,
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις 420
Χρυσηίς τ᾽ Ἰάνειρά τ᾽ Ἀκάστη τ᾽ Ἀδμήτη τε
καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ᾽ ἐρατεινὴ
Παλλάς τ᾽ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
παίζομεν ἠδ᾽ ἄνθεα δρέπομεν χείρεσσ᾽ ἐρόεντα, 425
μίγδα κρόκον τ᾽ ἀγανὸν καὶ ἀγαλλίδας ἠδ᾽ ὑάκινθον
καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
νάρκισσόν θ᾽, ὃν ἔφυσ᾽ ὥς περ κρόκον εὐρεῖα χθών.
αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δ᾽ ἔνερθε
χώρησεν· τῇ δ᾽ ἔκθορ᾽ ἄναξ κρατερὸς Πολυδέγμων·  430
βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
πόλλ᾽ ἀεκαζομένην· ἐβόησα δ᾽ ἄρ᾽ ὄρθια φωνῇ.
ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ᾽ ἀγορεύω.

318