Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/378

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

Ἀλλ᾽ ἄγ᾽[1] Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα  490
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
πότνια, ἀγλαόδωρ᾽, ὡρηφόρε, Δηοῖ ἄνασσα,
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια·
πρόφρονες ἀντ᾽ ᾠδῆς βίοτον θυμήρε᾽ ὄπαζε.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς. 495


III

ΕΙΣ ΑΠΟΛΛΩΝΑ [ΔΗΛΙΟΝ]


 Μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα·
καί ῥά τ᾽ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
πάντες ἀφ᾽ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
Λητὼ δ᾽ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ, 5
ἥ ῥα βιόν τ᾽ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,
καί οἱ ἀπ᾽ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
πασσάλου ἐκ χρυσέου· τὸν δ᾽ ἐς θρόνον εἷσεν ἄγουσα.
τῷ δ᾽ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ 10
δεικνύμενος φίλον υἱόν· ἔπειτα δὲ δαίμονες ἄλλοι
ἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
χαῖρε, μάκαιρ᾽ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,
Ἀπόλλωνά τ᾽ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν, 15
τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
ἀγχοτάτω φοίνικος, ἐπ᾽ Ἰνωποῖο ῥεέθροις.

  1. Ruhuken : ἀλλὰ θελευσῖνος, M.
324