Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/388

From Wikisource
Jump to navigation Jump to search
This page has been validated.

THE HOMERIC HYMNS

θάμβεον ἀθάναται· χρυσῷ δ’ ἄρα Δῆλος ἅπασα 135
[βεβρίθει καθορῶσα Διὸς Λητοῦς τε γενέθλην,
γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον[1].]
ἤνθησ’ ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.
 Αὐτὸς δ’, ἀργυρότοξε, ἄναξ ἑκατηβόλ’ Ἄπολλον,  140
ἄλλοτε μέν τ’ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,
ἄλλοτε δ’ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.
πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα·
πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων, ποταμοί θ’ ἅλαδε προρέοντες· 145
ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστ’ ἐπιτέρπεαι ἦτορ,
ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ
μνησάμενοι τέρπουσιν, ὅτ’ ἂν στήσωνται ἀγῶνα. 150
φαίη κ’ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεὶ,
ὃς τόθ’ ὑπαντιάσει’, ὅτ’ Ἰάονες ἀθρόοι εἶεν·
πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
ἄνδρας τ’ εἰσορόων καλλιζώνους τε γυναῖκας
νῆάς τ’ ὠκείας ἠδ’ αὐτῶν κτήματα πολλά. 155
πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτ’ ὀλεῖται,
κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι·
αἵ τ’ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων’ ὑμνήσωσιν,
αὖτις δ’ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν 160
ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ’ ἀνθρώπων.

  1. ll. 136–8 are intrusive, being alternative for l. 139. They are found in Π and the edition of Stephanus (in text), and in the margin of ETL (with the note “in another copy these verses also are extant”). In D they are added by a second hand.
334