Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/398

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ἷξες δ᾽ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,
οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον
ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης. 280
ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων
ἵκεο δ᾽ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,
κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν
πέτρη ἐπικρέμαται, κοίλη δ᾽ ὑποδέδρομε βῆσσα,
τρηχεῖ᾽· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων 285
νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον:
 Ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ
ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν, 290
ἠδ᾽ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
χρησόμενοι· τοῖσιν δ᾽ ἄρ᾽ ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
 Ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπ᾽ αὐτοῖς 295
λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ᾽ Ἀγαμήδης,
υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν·
ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ᾽ ἀνθρώπων
ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.
 Ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν 300
κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,
ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ
ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,
πολλὰ δὲ μῆλα ταναύποδ᾽, ἐπεὶ πέλε πῆμα δαφοινόν.
καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης 305
δεινόν τ᾽ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν·
ὅν ποτ᾽ ἄρ᾽ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,

344