Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/400

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ἡνίκ᾽ ἄρα[1] Κρονίδης ἐρικυδέα γείνατ᾽ Ἀθήνην
ἐν κορυφῇ· ἣ δ᾽ αἶψα χολώσατο πότνια Ἥρη
ἠδὲ καὶ ἀγρομένοισι μετ᾽ ἀθανάτοισιν ἔειπε· 310
 Κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,
ὡς ἔμ᾽ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
πρῶτος, ἐπεί μ᾽ ἄλοχον ποιήσατο κέδν᾽ εἰδυῖαν·
καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν· 315
αὐτὰρ ὅ γ᾽ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή·
[αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή[2]]  317a
ῥῖψ᾽ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ·
ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν. 320
ὡς ὄφελ᾽ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.
σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;
πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;
οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
ἦα ῥ᾽
[3] ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι. 325
φράζεο νῦν μή τοί τι κακὸν μητίσομ᾽ ὀπίσσω. 325a
καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται
παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
οὔτε σὸν αἰσχύνασ᾽ ἱερὸν λέχος οὔτ᾽ ἐμὸν αὐτῆς.
οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ᾽ ἀπὸ σεῖο
τηλόθ᾽ ἐοῦσα
[4] θεοῖσι μετέσσομαι ἀθανάτοισιν. 320
 Ὣς εἰποῦσ᾽ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.
αὐτίκ᾽ ἔπειτ᾽ ἠρᾶτο βοῶπις πότνια Ἥρη,
χειρὶ καταπρηνεῖ δ᾽ ἔλασε χθόνα καὶ φάτο μῦθον·

  1. Allen-Sikes : ἣνεκ᾽ ἄρα, M.
  2. Suggested by Allen-Sikes to fill up the lacuna.
  3. Matthiae : ἦ ῥ᾽, MSS.
  4. Hermann : τήλοθεν οὖσα, MSS.
346