Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/402

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

 Κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες 335
Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε·
αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·
ἀλλ᾽ ὅ γε φέρτερος ἔστω,
[1] ὅσον Κρόνου εὐρύοπα Ζεύς.
ὣς ἄρα φωνήσασ᾽ ἵμασε χθόνα χειρὶ παχείῃ· 340
κινήθη δ᾽ ἄρα Γαῖα φερέσβιος· ἣ δὲ ἰδοῦσα
τέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι.
ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν
οὔτε πότ᾽ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,
οὔτε πότ᾽ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ  345
αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς·
ἀλλ᾽ ἥ γ᾽ ἐν νηοῖσι πολυλλίστοισι μένουσα
τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, 350
ἣ δ᾽ ἔτεκ᾽ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,
δεινόν τ᾽ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.
αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· ἣ δ᾽ ὑπέδεκτο.
ὃς κακὰ πόλλ᾽ ἔρδεσκεν ἀγακλυτὰ φῦλ᾽ ἀνθρώπων· 355
ὃς τῇ γ᾽ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,
πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων
καρτερόν· ἣ δ᾽ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
κεῖτο μέγ᾽ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
θεσπεσίη δ᾽ ἐνοπὴ γένετ᾽ ἄσπετος· ἣ δὲ καθ᾽ ὕλην 360

  1. Allen-Sikea : ἐστιν, M.
348