Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/442

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

 Τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν,
κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι. 335
παῖδά τιν᾽ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν
Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας,
κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα
οὐδ᾽ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσ᾽ ἐπὶ γαίῃ.
κλέψας δ᾽ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετ᾽ ἐλαύνων 340
ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
εὐθὺ Πύλονδ᾽ ἐλάων· τὰ δ᾽ ἄρ᾽ ἴχνια δοιὰ πέλωρα,
οἷά τ᾽ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.
τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
ἀντία βήματ᾽ ἔχουσα κόνις ἀνέφαινε μέλαινα· 345
αὐτὸς δ᾽ ἐκτὸς ὁδοῦ, τις
[1] ἀμήχανος, οὔτ᾽ ἄρα ποσσὶν
οὔτ᾽ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·
ἀλλ᾽ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
τοῖα πέλωρ᾽ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, 350
ῥεῖα μάλ᾽ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·
αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,
ἄφραστος γένετ᾽ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
χῶρον ἀνὰ κρατερόν· τὸν δ᾽ ἐφράσατο βροτὸς ἀνὴρ
ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.  355
αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δ᾽ ἔνθα,
ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,
ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν
αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν 360
αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
αὐτὸς δ᾽ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·

  1. Translator : οὖτος ὄδ᾽ ἐκτός, MSS.
388