Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/446

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν. 390
ἀμφοτέρους δ᾽ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν
καὶ δεῖξαι τὸν χῶρον ἐπ᾽ ἀβλαβίῃσι νόοιο,
ὅππη δὴ αὖτ᾽ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δ᾽ ἀγλαὸς Ἑρμῆς· 395
ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
 Τὼ δ᾽ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
ἐς Πύλον ἠμαθόεντα ἐπ᾽ Ἀλφειοῦ πόρον ἷξον·
ἀγροὺς δ᾽ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,
ἡχοῦ
[1] δὴ τὰ χρήματ᾽ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ. 400
ἔνθ᾽ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον
ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·
Λητοΐδης δ᾽ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
πέτρῃ ἐπ᾽ ἠλιβάτῳ, τάχα δ᾽ εἴρετο κύδιμον Ἑρμῆν·
 Πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι, 405
ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε
θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ
μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.
 Ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
[ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.[2] 409a
τὸν δ᾽ οὐκ ἴσχανε δεσμά, λύγοι δ᾽ ἀπὸ τηλόσε πῖπτον[3]]
ἄγνου· ταὶ δ᾽ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι, 409b
ῥεῖά τε καὶ πάσῃσιν ἐπ᾽ ἀγραύλοισι βόεσσιν,
Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων
θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης
χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων, 415
   *     *     *     *

  1. Fick : ἦχ᾽ οὐ and ἦχ᾽ οὖ, MSS : ὅχου, M.
  2. Allen.
  3. Hymn to Dionysus, 13.
392