Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/448

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ἐγκρύψαι μεμαώς· Λητοῦς δ᾽ ἐρικυδέος υἱὸν
ῥεῖα μάλ᾽ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελ᾽ αὐτός,
καὶ κρατερόν περ ἐόντα· λαβὼν δ᾽ ἐπ᾽ ἀριστερὰ χειρὸς
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δ᾽ ὑπὸ χειρὸς
σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων
γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθ᾽ ἰωὴ 421
θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει
θυμῷ ἀκουάζοντα· λύρῃ δ᾽ ἐρατὸν κιθαρίζων
στῆ ῥ᾽ ὅ γε θαρσήσας ἐπ᾽ ἀριστερὰ Μαιάδος υἱὸς
Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων 425
γηρύετ᾽ ἀμβολάδην—ἐρατὴ δέ οἱ ἕσπετο φωνή—
κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,
ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.
Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,
μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν· 430
τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,
πάντ᾽ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.
τὸν δ᾽ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,
καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 435
 Βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,
πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.
ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω·
νῦν δ᾽ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,
ἦ σοί γ᾽ ἐκ γενετῆς τάδ᾽ ἅμ᾽ ἕσπετο θαυματὰ ἔργα 440
ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων
δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;
θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,
ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν᾽ ἀνδρῶν
οὔτε τιν᾽ ἀθανάτων, οἳ Ὀλύμπια δώματ᾽ ἔχουσι, 445
νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.

394