Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/504

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

XXV

ΕΙΣ ΜΟΥΣΑΣ ΚΑΙ ΑΠΟΛΛΩΝΑ


 Μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε·
ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος
ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί,
ἐκ δὲ Διὸς βασιλῆες· ὃ δ᾽ ὄλβιος, ὅν τινα Μοῦσαι
φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.  5
 Χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατ᾽ ἀοιδήν·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.


XXVI

ΕΙΣ ΔΙΟΝΥΣΟΝ


 Κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ᾽ ἀείδειν,
Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
Νύσης ἐν γυάλοις· ὃ δ᾽ ἀέξετο πατρὸς ἕκητι 5
ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
δὴ τότε φοιτίζεσκε καθ᾽ ὑλήεντας ἐναύλους,
κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δ᾽ ἅμ᾽ ἕποντο
Νύμφαι, ὃ δ᾽ ἐξηγεῖτο: βρόμος δ᾽ ἔχεν ἄσπετον ὕλην.  10
 Καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλ᾽ ὦ Διόνυσε·
δὸς δ᾽ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
ἐκ δ᾽ αὖθ᾽ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.

450