Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/554

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

 φεῦγε, Ζεὺς δ' ἐδίωκε· λαβεῖν δ' ἐλιλαίετο θυμῷ·
 ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης,
 ἄλλοτ' ἀν' Ὠκεανοῦ ποταμὸν καὶ πείρατα Γαίης,
 ἰχθύι εἰδομένη πόντον πολὺν ἐξοροθύνεν,
 ἄλλοτ' ἀν' ἤπειρον πολυβώλακα· γίγνετο δ' αἰεὶ
 θηρῖ, ὅσ' ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.

9.

Schol. on Eur. Andr. 898. ὁ δὲ τὰς Κυπριακὰς
ἱστορίας συντάξας Πλεισθένην φησί, μεθ' οὗ εἰς
Κύπρον ἀφῖχθαι, καὶ τὸν ἐξ αὐτῆς τεχθέντα
Ἀλεξάνδρῳ Ἄγανον.

10.

Herodotus, ii. 117. ἐν μὲν γὰρ τοῖσι Κυπρίοισι
εἴρηται ὡς τριταῖος ἐκ Σπάρτης Ἀλέξανδρος
ἀπίκετο ἐς τὸ Ἴλιον ἄγων Ἑλένην, εὐαέι τε πνεύματι
χρησάμενος καὶ θαλάσσῃ λείῃ.

11.

Schol. on Il. iii. 242. ἐπειδὴ προτέρως ὐπὸ
Θησέως ἡρπάσθη ... διὰ γὰρ τὴν τότε γενομένην
ἁρπαγὴν Ἄφιδνα πόλις Ἀττικῆς πορθεῖται, καὶ
τιτρώσκεται Κάστωρ ὑπὸ Ἀφίδνου τοῦ τότε βασιλέως
κατὰ τὸν δεξιὸν μηρόν. οἱ δὲ Διόσκουροι
Θησέως μὴ τυχόντες λαφυραγωγοῦσιν τὰς Ἀθήνας.
ἡ ἱστορία παρὰ ... τοῖς κυκλικοῖς ...

Plutarch, Thes. 32. Ἡρέας δ' ὑπὸ Θησέως αὐτοῦ
περὶ Ἀφίδνας ἀποθανεῖν τὸν Ἁλυκὸν ἱστόρηκε,
καὶ μαρτύρια ταυτὰ τὰ ἔπη παρέχεται ...
τὸν ἐν εὐρυχόρῳ ποτ' Ἀφίδνῃ
 μαρνάμενον Θησεὺς Ἑλένης ἔνεκ ἠυκόμοιο
 κτεῖνεν.
[1]

  1. Cp. Allen C.R. xxvii. 190.
500