Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/558

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

17.

Pausanias, iv. 2. 7. ὁ δὲ τὰ ἔπη ποιήσας τὰ
Κύπρια Πρωτεσιλάου φησίν, ὃς ὅτε κατὰ τὴν
Τρῳάδα ἔσχον Ἕλληνες ἀποβῆναι πρῶτος
ἐτόλμησε, Πρωτεσιλάου τούτου τὴν γυναῖκα
Πολυδώραν μὲν τὸ ὄνομα, θυγατέρα δὲ Μελεάγρου
φησὶν εἶναι τοῦ Ὀινέως.

18.

Eustathius, 119. 4. ἱστοροῦσι δέ τινες ὅτι ἐκ τῶν
Ὑποπλακίων Θηβῶν ἡ Χρυσηὶς ἐλήφθη, οὔτε
καταφυγοῦσα ἐκεῖ, οὔτ᾿ ἐπὶ θυσίαν Ἀρτέμιδος
ἐλθοῦσα, ὡς ὁ τὰ Κύπρια γράψας ἔφη, ἀλλὰ
πολιτῖς ... Ἀνδρομάχης οὖσα.

19.

Pausanias, x. 31. 2. Παλαμήδην δὲ ἀποπνιγῆναι
προελθόντα ἐπὶ ἰχθύων θήραν, Διομήδην δὲ τὸν
ἀποκτείναντα εἶναι καὶ Ὀδυσσέα ἐπιλεξάμενος ἐν
ἔπεσιν οἶδα τοῖς Κυπρίοις.

20.

Plato, Euthyphron, 12 A.
Ζῆνα δὲ τόν τ᾿ ἔρξαντα καὶ ὃς τάδε πάντ᾿ ἐφύτευσεν
οὐκ ἐθέλεις εἰπεῖν· ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς.

21.

Herodian, On Peculiar Diction.
τῷ δ᾿ ὑποκυσαμένη τέκε Γοργόνας αἰνὰ πέλωρα,
αἳ Σαρπηδόνα ναῖον ἐπ᾿ Ὠκεανῷ βαθυδίνῃ,
νῆσον πετρήεσσαν.

504