Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/582

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

4.

Eustathius, 1796. 45. ὁ δὲ τοὺς Νόστους ποιήσας
Κολοφώνιος Τηλέμαχον μέν φησι τὴν Κίρκην
ὕστερον γῆμαι, Τηλέγονον δὲ τὸν ἐκ Κίρκης
ἀντιγῆμαι Πηνελόπην.

5.

Clement of Alex. Strom. vi. 2. 12. 8.
δῶρα γὰρ ἀνθρώπων νοῦν ἤπαφεν ἠδὲ καὶ ἔργα.[1]

6.

Pausanias, x. 28. 7. ἡ δὲ Ὁμήρου ποίησις ...
ἐς Ὀδυσσέα καὶ ἡ Μινυάς τε καλουμένη
καὶ οἱ Νόστοι—μνήμη γὰρ δὴ ἐν ταύταις καὶ
Ἅιδου καὶ τῶν ἐκεῖ δειμάτων ἐστὶν—ἴσασιν
οὐδένα Εὐρύνομον δαίμονα.

Athenaeus, 281 B. ό γοῦν τὴν τῶν Ἀτρειδῶν
ποιήσας κάθοδον ἀφικόμενον αὐτὸν λέγει πρὸς
τοὺς θεοὺς καὶ συνδιατρίβοντα ἐξουσίας τυχεῖν
παρὰ τοῦ Διὸς αἰτήσασθαι ὅτου ἐπιθυμεῖ. τὸν δὲ
πρὸς τὰς ἀπολαύσεις ἀπλήστως διακείμενον, ὑπὲρ
αὐτῶν τε τούτων μνείαν ποιήσασθαι καὶ τοῦ ζῆν
τὸν αὐτὸν τρόπον τοῖς θεοῖς· ἐφʼ οἷς ἀγανακτήσαντα
τὸν Δία, τὴν μὲν εὐχὴν ἀποτελέσαι διὰ τὴν
ὑπόσχεσιν, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν
παρακειμένων, ἀλλὰ διατελῇ ταραττόμενος, ὑπὲρ τῆς
κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον, διʼ ὃν οὐ δύναται
τῶν παρακειμένων τυχεῖν οὐδενός.

  1. Clement attributes this liue to Augias : probably Agias is intended.
528