Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/598

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

BATTLE OF FROGS AND MICE

 Τὸν δ’ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε·
τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δ’ ἐν ἅπασιν 25
ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς.
Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος
Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ
Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.
γείνατο δ’ ἐν καλύβῃ με καὶ ἐξεθρέψετο βρωτοῖς, 30
σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.
πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;
σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγε
ὅσσα παρ’ ἀνθρώποις, τρώγειν ἔθος· οὐδέ με λήθει
ἄρτος δισκοπάνιστος ἀπ’ εὐκύκλου κανέοιο, 35
οὐ πλακόεις τανύπεπλος ἔχων πολὺ σησαμότυρον,
οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα,
οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,
οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν,
οὐδ’ ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι,  40
κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαπτοῖσιν.
[οὐδέποτε πτολέμοιο κακὴν ἀπέφυγον ἀϋτήν,
ἀλλ’ ἰθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην.
οὐ δέδι’ ἄνθρωπον καίπερ μέγα σῶμα φοροῦντα,
ἀλλ’ ἐπὶ λέκτρον ἰὼν καταδάκνω δάκτυλον ἅκρον, 55
καὶ πτέρνης λαβόμην, καὶ οὐ πόνος ἄνδρα ἵκανεν,
νήδυμος οὐκ ἀπέφυγεν ὕπνος δάκνοντος ἐμεῖο.
ἀλλὰ δύω πάντων μάλα δείδια πᾶσαν ἐπ’ αἶαν,
κίρκον καὶ γαλέην, οἵ μοι μέγα πένθος ἄγουσιν,
καὶ παγίδα στονόεσσαν, ὅπου δολόεις πέλε πότμος·
πλεῖστον δὴ γαλέην περιδείδια, ἥ τις ἀρίστη, 51
ἣ καὶ τρωγλοδύνοντα κατὰ τρώγλην ἐρεείνει,[1]]

  1. Lines 42-52 are intrusive ; the list of vegetables which the Mouse cannot eat must follow immediately after the various dishes of which he does eat.
544