Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/630

From Wikisource
Jump to navigation Jump to search
This page has been validated.

CONTEST OF HOMER AND HESIOD

ΟΜΗΡΟΣ

Ἡρακλέης ἀπέλυσεν ἀπ’ ὤμων καμπύλα τόξα.

ΗΣΙΟΔΟΣ

Οὗτος ἀνὴρ ἀνδρός τ’ ἀγαθοῦ καὶ ἀνάλκιδός ἐστι

ΟΜΗΡΟΣ

Μητρός, ἐπεὶ πόλεμος χαλεπὸς πάσῃσι γυναιξίν.

ΗΣΙΟΔΟΣ

Αὐτάρ[1] σοί γε πατὴρ ἐμίγη καὶ πότνια μήτηρ

ΟΜΗΡΟΣ

Σῶμα τό γε[2] ἐσπείραντε διὰ χρυσέην Ἀφροδίτην.

ΗΣΙΟΔΟΣ

Αὐτὰρ ἐπεὶ δμήθη γάμῳ Ἄρτεμις ἰοχέαιρα

ΟΜΗΡΟΣ

Καλλιστὼ κατέπεφνεν ἀπ’ ἀργυρέοιο βιοῖο.

ΗΣΙΟΔΟΣ

Ὣς οἳ μὲν δαίνυντο πανήμεροι, οὐδὲν ἔχοντες

ΟΜΗΡΟΣ

318Οἴκοθεν· ἀλλὰ παρεῖχεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

ΗΣΙΟΔΟΣ

Δεῖπνον δειπνήσαντες ἐνὶ σποδῷ αἰθαλοέσσῃ
σύλλεγον ὀστέα λευκὰ Διὸς κατατεθνηῶτος

ΟΜΗΡΟΣ

Παιδὸς ὑπερθύμου Σαρπηδόνος ἀντιθέοιο.

ΗΣΙΟΔΟΣ

Ἡμεῖς δ’ ἂμ πεδίον Σιμοέντιον ἥμενοι αὕτως
ἴομεν ἐκ νηῶν ὁδὸν ἀμφ’ ὤμοισιν ἔχοντες

  1. Ludwich: οὔτ’ ἂρ, MS.
  2. τότε Flach.
576