Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/648

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

πολυτελέσι δωρεαῖς ἐτίμησαν, εἰκόνα δὲ χαλκῆν
ἀναστήσαντες ἐψηφίσαντο θυσίαν ἐπιτελεῖν
Ὁμήρῳ καθʼ ἡμέραν καὶ κατὰ μῆνα καὶ κατʼ
ἐνιαυτὸν, καὶ ἄλλην θυσίαν πενταετηρίδα εἰς
Χίον ἀποστέλλειν. ἐπιγράφουσι δὲ ἐπὶ τῆς
εἰκόνος αὐτοῦ·
  Θεῖος Ὅμηρος ὅδʼ ἐστὶν, ὃς Ἑλλάδα τὴν
   μεγάλαυχον
  πᾶσαν ἐκόσμησεν καλλιεπεῖ σοφίῃ,
 ἔξοχα δʼ Ἀργεΐους, οἳ τὴν θεοτείχεα Τροίην
  ἤρειψαν ποινὴν ἠυκόμου Ἑλένης.
 οὗ χάριν ἔστησεν δῆμος μεγαλόπτολις αὐτὸν
  ἐνθάδε καὶ τιμαῖς ἀμφέπει ἀθανάτων.

 Ἐνδιατρίψας δὲ τῇ πόλει χρόνον τινὰ διέπλευσεν
εἰς Δῆλον εἰς τὴν πανήγυριν. καὶ σταθεὶς
ἐπὶ τὸν κεράτινον βωμὸν λέγει ὕμνον εἰς
Ἀπόλλωνα οὗ ἡ ἀρχή·
 Μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο.

ῥηθέντος δὲ τοῦ ὕμνου οἱ μὲν Ἴωνες πολίτην
αὐτὸν κοινὸν ἐποιήσαντο, Δήλιοι δὲ γράψαντες
326τὰ ἔπη εἰς λεύκωμα ἀνέθηκαν ἐν τῷ τῆς
Ἀρτέμιδος ἱερῷ. τῆς δὲ πανηγύρεως λυθείσης ὁ
ποιητὴς εἰς Ἴον ἔπλευσε πρὸς Κρεώφυλον κἀκεῖ
χρόνον διέτριβε πρεσβύτης ὢν ἤδη. ἐπὶ δὲ τῆς
θαλάσσης καθήμενος παίδων τινῶν ἀφʼ ἁλείας
ἐρχομένων ὥς φασι πυθόμενος
 Ἄνδρες ἄργης ἁλίης[1] θηρήτορες, ἦ ῥʼ ἔχομέν τι;

  1. Koechly : ἀπʼ Ἀρκαδίης, MS. (go Flach).
594