Page:Life and Writings of Homer.pdf/18

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.
6
An Enquiry into the Life

produce the ſtrongeſt Bodies, and moſt martial Spirits; the hotter, lazy Bodies with cunning and obſtinate Paſſions; but the temperate Regions, lying under the benign Influences of a genial Sky, have the beſt Chance for a fine Perception, and a proportioned Eloquence[1]. Good Senſe is indeed ſaid to be the Product of every Country, and I believe it is; but the richeſt Growths, and faireſt Shoots of it, ſpring, like

other
  1. Leſt it be thought that theſe Conſequences are ſtrained, it may be worth while to ſet down the Opinion at length of the Great Hippocrates, in his Treatiſe of Air, Water and Situation: Βούλομαι δὲ καὶ περὶ τῆς Ἀσίης καὶ τῆς Εὐρώπης δεῖξαι ὁκόσον διαφέρουσιν ἀλλήλων ἐς τὰ πάντα — τὴν ἈΣΊΗΝ πλεῖστον διαφέρειν φημὶ τῆς ἘΥΡΏΠΗΣ, ἐς τὰς φύσιας τῶν ξυμπάντων τῶν τε ἐκ γῆς φυομένων καὶ τῶν ἀνθρώπων. πολὺ γὰρ καλλίονα καὶ μείζονα πάντα γίνεται ἐν τῇ Ἀσίῃ, ἠ τὲ χώρη τῆς χώρης ἡμερωτέρη, καὶ τὰ Ἤθεα τῶν ἀνθρώπων ἠπιώτερα καὶ εὐοργητότερα. Τὸ δὲ αἴτιον τούτων, ἡ τε κρᾶσις τῶν Ὠρέων, ὅτι τοῦ ἡλίου ἐν μέσῳ τῶν ἀνατολέων κεῖται πρὸς τὴν ἠῶ τοῦ τε ψυχροῦ ποῤῥωτέρω. Τὴν δὲ αὔξησιν καὶ ἡμερότητα παρέχει πλεῖστον ἁπάντων, ὁκόταν μηδὲν ᾖ ἐπικρατέον βιαίως, ἀλλὰ παντὸς ἰσομοιρίη δυναστεύῃ. Ἔχει δὲ κατὰ τὴν Ἀσίην οὐ πανταχῇ ὁμοίως, ἀλλὰ ὅση μὲν τῆς χώρας ἐν μέσῳ κεῖται τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, αὕτη μὲν εὐκαρποτάτη ἐστὶ καὶ εὐδιεστάτη, καὶ εὐδενδροτάτη, καὶ ὕδασι μάλιστα κέχρηται τοῖσί τε οὐρανίοισι καὶ τοῖς ἐκ τῆς γῆς. Οὔτε γὰρ ὑπὸ τοῦ θερμοῦ ἐκκέκαυται λίαν; Οὔτε ὑπὸ αὐχμῶν καὶ ἀνυδρίης ἀναξηραίνεται; Οὔτε ὑπὸ ψύχεος πήγνυται· Νοτία τε διάβροχός ἐστὶ ὑπό τε ὄμβρων πολλῶν καὶ χιόνος. Τὰ τὲ ὡραῖα αὐτόθι πολλὰ εἰκὸς γίνεσθαι, ὁκόσα τε ἀπὸ σπερμάτων καὶ ὁκόσα αὐτὴ ἡ γῆ ἀναδιδοῖ φυτά, ὧν τοῖσι καρποῖσι χρέονται ἄνθρωποι, ἡμεροῦντες ἐξ ἀγρίων καὶ ἐς ἐπιτήδειον μεταφυτεύοντες. Τὰ τὲ ἐντρεφόμενα κτήνεα εὐθηνεῖν εἰκός, καὶ μάλιστα τίκτειν τε πυκνότατα καὶ ἐκτρέφειν κάλλιστα. Τούς τε ἀνθρώπους εὐτραφεῖς εἶναι, καὶ τὰ εἴδεα καλλίστους, καὶ μεγέθει μεγίστους, καὶ ἥκιστα διαφόρους ἐς τά τε εἴδεα αὐτῶν καὶ τὰ μεγέθεα. Εἰκὸς τὲ τὴν χώρην ταύτην προσεγγύτατα εἶναι, τοῦ κατὰ τὴν φύσιν καὶ τὴν μετριότητα τῶν Ὡρέων. Τὸ δὲ ἀνδρεῖον καὶ τὸ ἀταλαίπωρον καὶ τὸ ἔμπονον καὶ τὸ θυμοειδὲς οὐκ ἂν δύναιτο ἐν τοιαύτῃ φύσει ἐγγίνεσθαι μήτε ὁμοφύλου μήτε ἀλλοφύλου, ἀλλὰ τὴν ἡδονὴν ἀνάγκη κρατεῖν.Ἱπποκράτης Περὶ τόπων, &c.

    To the ſame Purpoſe the Philoſopher, Ἡ Θεὸς (Ἀθηνᾶ) προτέρους ὑμᾶς κατῴκισεν, ἐκλεξαμένη τὸν τόπον ἐν ᾧ γεγένησθε, τὴν Εὐκρασίαν τῶν Ὡρῶν ἐν αὐτῷ κατιδοῦσα, ὅτι ΦΡΟΝΙΜΩΤΆΤΟΥΣ ἄνδρας οἴσοιΠλάτωνος Τίμαιος.