Νεμεόνικοι

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση


Νεμεόνικοι

Πίνδαρος



ΧΡΟΜΙῼ ΑΙΤΝΑΙῼ ΙΠΠΟΙΣ[Επεξεργασία]

ἄμπνευμα σεμνὸν Ἀλφεοῦ,
κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία,
δέμνιον Ἀρτέμιδος,
Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς 5

ὕμνος ὁρμᾶται θέμεν
αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν:
[10] ἅρμα δ' ὀτρύνει Χρομίου Νεμέα θ' ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.
ἀρχαὶ δὲ βέβληνται θεῶν
κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς. 10

ἔστι δ' ἐν εὐτυχίᾳ
πανδοξίας ἄκρον: μεγάλων δ' ἀέθλων
Μοῖσα μεμνᾶσθαι φιλεῖ.
σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας
[20] Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς 15

Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς.
ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος
λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις
μιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών.
ἔσταν δ' ἐπ' αὐλείαις θύραις 20

[30] ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος,
ἔνθα μοι ἁρμόδιον
δεῖπνον κεκόσμηται, θαμὰ δ' ἀλλοδαπῶν
οὐκ ἀπείρατοι δόμοι
ἐντί: λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν 25

ἀντίον. τέχναι δ' ἑτέρων ἕτεραι: χρὴ δ' ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ.
πράσσει γὰρ ἔργῳ μὲν σθένος,
[40] βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν
συγγενὲς οἷς ἕπεται.
Ἁγησιδάμου παῖ, σέο δ' ἀμφὶ τρόπῳ 30

τῶν τε καὶ τῶν χρήσιες.
οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,
ἀλλ' ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντ' ἐλπίδες
[50] πολυπόνων ἀνδρῶν. ἐγὼ δ' Ἡρακλέος ἀντέχομαι προφρόνως,
ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον, 35

ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς
ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,
ὡς οὐ λαθὼν χρυσόθρονον
Ηραν κροκωτὸν σπάργανον ἐγκατέβα:
ἀλλὰ θεῶν βασιλέα 40


[60] σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.
τοὶ μὲν οἰχθεισᾶν πυλᾶν
ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους
ἀμφελίξασθαι μεμαῶτες: ὁ δ' ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,
δισσαῖσι δοιοὺς αὐχένων 45

μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας:
ἀγχομένοις δὲ χρόνος
[70] ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.
ἐκ δ' ἄρ' ἄτλατον δέος
πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει: 50

καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ' ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων.
ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον:
[80] ἐν χερὶ δ' Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον
ἵκετ', ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθ' ὁμῶς:
εὐθὺς δ' ἀπήμων κραδία κᾶδος ἀμφ' ἀλλότριον. 55

ἔστα δὲ θάμβει δυσφόρῳ
τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον
λῆμά τε καὶ δύναμιν
υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι
ἀγγέλων ῥῆσιν θέσαν. 60

[90] γείτονα δ' ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον,
ὀρθόμαντιν Τειρεσίαν: ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις,
ὅσσους μὲν ἐν χέρσῳ κτανών,
ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας:
καί τινα σὺν πλαγίῳ 65

ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον
φᾶσέ νιν δώσειν μόρῳ.
[100] καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν
ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν
ἔνεπεν: αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων σχερῷ 70


ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντ' ἐξαίρετον
ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον
[110] δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.

ΤΙΜΟΔΗΜῼ ΑΧΑΡΝΕΙ ΠΑΓΚΡΑΤΙΑΣΤῌ[Επεξεργασία]

ὅθεν περ καὶ Ὁμηρίδαι
ῥαπτῶν ἐπέων τὰ πόλλ' ἀοιδοὶ
ἄρχονται, Διὸς ἐκ προοιμίου: καὶ ὅδ' ἀνὴρ
καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου 5

ἐν πολυυμνήτῳ Διὸς ἄλσει.
ὀφείλει δ' ἔτι, πατρίαν
[10] εἴπερ καθ' ὁδόν νιν εὐθυπομπὸς
αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις,
θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν 10

Τιμονόου παῖδ': ἔστι δ' ἐοικὸς
ὀρειᾶν γε Πελειάδων
μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.
[20] καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν
δυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν: ὦ Τιμόδημε, σὲ δ' ἀλκὰ 15

παγκρατίου τλάθυμος ἀέξει.
Ἀχάρναι δὲ παλαίφατοι
εὐάνορες: ὅσσα δ' ἀμφ' ἀέθλοις,
Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.
[30] παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν: 20

ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν
ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς
ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη:
ἑπτὰ δ' ἐν Νεμέᾳ τὰ δ' οἴκοι μάσσον' ἀριθμοῦ
Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ: 25

[40] ἁδυμελεῖ δ' ἐξάρχετε φωνᾷ.

ΑΡΙΣΤΟΚΛΕΙΔῌ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙΑΣΤῌ[Επεξεργασία]

ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,
τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι
ἵκεο Δωρίδα νᾶσον Αἴγιναν: ὕδατι γὰρ
μένοντ' ἐπ' Ἀσωπίῳ μελιγαρύων τέκτονες 5

κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
[10] διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου:
ἀεθλονικία δὲ μάλιστ' ἀοιδὰν φιλεῖ,
στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν:
τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο: 10

ἄρχε δ' οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,
δόκιμον ὕμνον: ἐγὼ δὲ κείνων τέ νιν ὀάροις
[20] λύρᾳ τε κοινάσομαι. χαρίεντα δ' ἕξει πόνον
χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν 15

οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν
ἐμίανε κατ' αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς
παγκρατίου στόλῳ: καματωδέων δὲ πλαγᾶν
[30] ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
εἰ δ' ἐὼν καλὸς ἔρδων τ' ἐοικότα μορφᾷ 20

ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάνεος: οὐκέτι πρόσω
ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,
ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
[40] μάρτυρας κλυτάς: δάμασε δὲ θῆρας ἐν πελάγεσιν
ὑπέροχος, διά τ' ἐξερεύνασε τεναγέων 25

ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος,
καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν
ἄκραν ἐμὸν πλόον παραμείβεαι;
Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,
[50] ἕπεται δὲ λόγῳ δίκας ἄωτος, “ἐσλὸς αἰνεῖν:” 30

οὐδ' ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες:
οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες
γλυκύ τι γαρυέμεν. παλαιαῖσι δ' ἐν ἀρεταῖς
γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών:
ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς, 35

[60] καὶ ποντίαν Θέτιν κατέμαρψεν
ἐγκονητί. Λαομέδοντα δ' εὐρυσθενὴς
Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν:
καί ποτε χαλκότοξον Ἀμαζόνων μετ' ἀλκὰν
ἕπετό οἱ: οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν. 40

[70] συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει:
ὃς δὲ διδάκτ' ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτ' ἄλλα πνέων οὔ ποτ' ἀτρεκεῖ
κατέβα ποδί, μυριᾶν δ' ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.
ξανθὸς δ' Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις
παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ 45

[80] βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τ' ἀνέμοις
μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,
κάπρους τ' ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν
Κένταυρον ἀσθμαίνοντα κόμιζεν,
ἑξέτης τὸ πρῶτον, ὅλον δ' ἔπειτ' ἂν χρόνον: 50

τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖ' Ἀθάνα,
κτείνοντ' ἐλάφους ἄνευ κυνῶν δολίων θ' ἑρκέων:
[90] ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων
ἔπος ἔχω: βαθυμῆτα Χείρων τράφε λιθίνῳ
Ιά̓σον' ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον, 55

τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον:
νύμφευσε δ' αὖτις ἀγλαόκαρπον
Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον
[100] ἀτίταλλεν, ἀρμένοισι πᾶσι θυμὸν αὔξων:
ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς 60

ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν
Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις
Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθ', ὅπως σφίσι μὴ κοίρανος ὀπίσω
[110] πάλιν οἴκαδ' ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.
τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν: 65

Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ' ἀγών, τὸν ὕμνος ἔβαλεν
ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,
[120] ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ
καὶ σεμνὸν ἀγλααῖσι μερίμναις 70

Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος
διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,
ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν
[130] βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς 75

θνατὸς αἰών, φρονεῖν δ' ἐνέπει τὸ παρκείμενον.
τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοι
πέμπω μεμιγμένον μέλι λευκῷ
σὺν γάλακτι, κιρναμένα δ' ἔερσ' ἀμφέπει,
πόμ' ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν, 80

[140] ὀψέ περ. ἔστι δ' αἰετὸς ὠκὺς ἐν ποτανοῖς,
ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν:
κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.
τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν
Νεμέας Ἐπιδαυρόθεν τ' ἄπο καὶ Μεγάρων δέδορκεν φάος.

ΤΙΜΑΣΑΡΧῼ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ[Επεξεργασία]

ἄριστος εὐφροσύνα πόνων κεκριμένων
ἰατρός: αἱ δὲ σοφαὶ
Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι.
οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει 5

γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.
[10] ῥῆμα δ' ἑργμάτων χρονιώτερον βιοτεύει,
ὅ τι κε σὺν Χαρίτων τύχᾳ
γλῶσσα φρενὸς ἐξέλοι βαθείας.
τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ 10

Τιμασάρχου τε πάλᾳ
ὕμνου προκώμιον εἴη: δέξαιτο δ' Αἰακιδᾶν
[20] ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸν
φέγγος. εἰ δ' ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ
σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων 15

θαμά κε, τῷδε μέλει κλιθείς,
υἱὸν κελάδησε καλλίνικον
Κλεωναίου τ' ἀπ' ἀγῶνος ὅρμον στεφάνων
πέμψαντα καὶ λιπαρᾶν
[30] εὐωνύμων ἀπ' Ἀθανᾶν, Θήβαις τ' ἐν ἑπταπύλοις, 20

οὕνεκ' Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον
Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,
Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν
ξένιον ἄστυ κατέδρακεν
Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν. 25

[40] σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼν
πόρθησε καὶ Μέροπας
καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,
οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ
ἥρωάς τ' ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν 30

[50] δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη
λόγον ὁ μὴ συνιείς: ἐπεὶ
“ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.”
τὰ μακρὰ δ' ἐξενέπειν ἐρύκει με τεθμὸς
ὧραί τ' ἐπειγόμεναι: 35

ἴϋγγι δ' ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.
ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα
[60] μέσσον, ἀντίτειν' ἐπιβουλίᾳ: σφόδρα δόξομεν
δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν:
φθονερὰ δ' ἄλλος ἀνὴρ βλέπων 40

γνώμαν κενεὰν σκότῳ κυλίνδει
χαμαὶ πετοῖσαν: ἐμοὶ δ' ὁποίαν ἀρετὰν
ἔδωκε πότμος ἄναξ,
[70] εὖ οἶδ' ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.
ἐξύφαινε, γλυκεῖα, καὶ τόδ' αὐτίκα, φόρμιγξ, 45

Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον
Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει
ὁ Τελαμωνιάδας: ἀτὰρ
Αἴας Σαλαμῖν' ἔχει πατρῴαν:
[80] ἐν δ' Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς 50

νᾶσον: Θέτις δὲ κρατεῖ
Φθίᾳ: Νεοπτόλεμος δ' Ἀπείρῳ διαπρυσίᾳ,
βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται
Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.
Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν 55

[90] πολεμίᾳ χερὶ προστραπὼν
Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν
δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις
τέχναισι χρησάμενος:
τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον 60

ἐκ λόχου, Πελίαο παῖς: ἄλαλκε δὲ Χείρων,
[100] καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν:
πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων
ὄνυχας ὀξυτάτους ἀκμὰν
τε δεινοτάτων σχάσαις ὀδόντων 65

ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,
εἶδεν δ' εὔκυκλον ἕδραν,
τᾶς οὐρανοῦ βασιλῆες πόντου τ' ἐφεζόμενοι
[110] δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.
Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν: ἀπότρεπε 70

αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός:
ἄπορα γὰρ λόγον Αἰακοῦ
παίδων τὸν ἅπαντά μοι διελθεῖν.
Θεανδρίδαισι δ' ἀεξιγυίων ἀέθλων
[120] κάρυξ ἑτοῖμος ἔβαν 75

Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος,
ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων
οὐ νέοντ' ἄνευ στεφάνων, πάτραν ἵν' ἀκούομεν,
Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαῖς
πρόπολον ἔμμεναι. εἰ δέ τοι 80

[130] μάτρῳ μ' ἔτι Καλλικλεῖ κελεύεις
στάλαν θέμεν Παρίου λίθου λευκοτέραν:
ὁ χρυσὸς ἑψόμενος
αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν
ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει 85

φῶτα: κεῖνος ἀμφ' Ἀχέροντι ναιετάων ἐμὰν
[140] γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίνα
ἵν' ἐν ἀγῶνι βαρυκτύπου
θάλησε Κορινθίοις σελίνοις:
τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ 90

σὸς ἄεισέν ποτε, παῖ.
ἄλλοισι δ' ἅλικες ἄλλοι: τὰ δ' αὐτὸς ἄν τις ἴδῃ,
[150] ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι.
οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι,
ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν, 95

μαλακὰ μὲν φρονέων ἐσλοῖς,
τραχὺς δὲ παλιγκότοις ἔφεδρος.

ΠΥΘΕᾼ ΑΙΓΙΝΗΤῌ ΑΓΕΝΕΙῼ ΠΑΓΚΡΑΤΙΑΣΤῌ[Επεξεργασία]

οὐκ ἀνδριαντοποιός εἰμ', ὥστ' ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματ' ἐπ' αὐτᾶς βαθμίδος
ἑσταότ': ἀλλ' ἐπὶ πάσας ὁλκάδος ἔν τ' ἀκάτῳ, γλυκεῖ' ἀοιδά,
στεῖχ' ἀπ' Αἰγίνας, διαγγέλλοισ', ὅτι
Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς 5

νίκη Νεμείοις παγκρατίου στέφανον,
[10] οὔπω γένυσι φαίνων τέρειναν ματέρ' οἰνάνθας ὀπώραν,
ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων
Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν:
τάν ποτ' εὔανδρόν τε καὶ ναυσικλυτὰν 10

θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου
[20] στάντες, πίτναν τ' εἰς αἰθέρα χεῖρας ἁμᾷ
Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος,
ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ' ἐπὶ ῥηγμῖνι πόντου.
αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον, 15

πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους
[30] δαίμων ἀπ' Οἰνώνας ἔλασεν. στάσομαι: οὔ τοι ἅπασα κερδίων
φαίνοισα πρόσωπον ἀλάθει' ἀτρεκής:
καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.
εἰ δ' ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι 20

αὐτόθεν ἅλμαθ' ὑποσκάπτοι τις: ἔχω γονάτων ἐλαφρὸν ὁρμάν:
[40] καὶ πέραν πόντοιο πάλλοντ' αἰετοί.
πρόφρων δὲ καὶ κείνοις ἄειδ' ἐν Παλίῳ
Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις
φόρμιγγ' Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων 25

ἁγεῖτο παντοίων νόμων: αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν
Πηλέα θ', ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι
[50] ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν
πείσαισ' ἀκοίταν ποικίλοις βουλεύμασιν,
ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον, 30

ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου
εὐνᾶς. τὸ δ' ἐναντίον ἔσκεν: πολλὰ γάρ νιν παντὶ θυμῷ
παρφαμένα λιτάνευεν: τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι:
[60] εὐθὺς δ' ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον
δείσαις: ὁ δ' ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ 35

Ζεὺς ἀθανάτων βασιλεύς, ὥστ' ἐν τάχει
ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,
γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν:
[70] ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,
καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.40

πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ
πάντων. τὺ δ' Αἰγίναθε δίς, Εὐθύμενες,
Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.
[80] ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
ἁ Νεμέα μὲν ἄραρεν μείς τ' ἐπιχώριος, ὃν φίλησ' Ἀπόλλων: 45

ἅλικας δ' ἐλθόντας οἴκοι τ' ἐκράτεις
Νίσου τ' ἐν εὐαγκεῖ λόφῳ. χαίρω δ', ὅτι
ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
ἴσθι, γλυκειά͂ν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν
[90] ἐπαύρεο: χρὴ δ' ἀπ' Ἀθανᾶν τέκτον' ἀθληταῖσιν ἔμμεν. 50

εἰ δὲ Θεμίστιον ἵκεις, ὥστ' ἀείδειν, μηκέτι ῥίγει: δίδοι
φωνάν, ἀνὰ δ' ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου,
πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν
νικῶντ' ἀρετάν, προθύροισιν δ' Αἰακοῦ
ἀνθέων ποιάεντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.

ΑΛΚΙΜΙΔῌ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ[Επεξεργασία]

ἓν ἀνδρῶν, ἓν θεῶν γένος: ἐκ μιᾶς δὲ πνέομεν
ματρὸς ἀμφότεροι: διείργει δὲ πᾶσα κεκριμένα
δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος
μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν 5

νόον ἤτοι φύσιν ἀθανάτοις,
[10] καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμος
οἵαν τιν' ἔγραψε δραμεῖν ποτὶ στάθμαν.
τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν
ἄγχι καρποφόροις ἀρούραισιν, αἵτ' ἀμειβόμεναι 10

τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν,
[20] τόκα δ' αὖτ' ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι
Νεμέας ἐξ ἐρατῶν ἀέθλων
παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανται
οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας, 15

ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων
πατροπάτορος ὁμαιμίου.
[30] κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις
ἔρνεα πρῶτος ἀπ' Ἀλφεοῦ,
καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος, 20

νεμέᾳ δὲ τρίς,
ἔπαυσε λάθαν
Σωκλείδα, ὃς ὑπέρτατος
Ἁγησιμάχῳ υἱέων γένετο.
ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς25

[40] ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ
ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία
ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι
μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν
ὥτ' ἀπὸ τόξου ἱείς: εὔθυν' ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων 30

[50] εὐκλέα. παροιχομένων γὰρ ἀνέρων
ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ' ἐκόμισαν,
Βασσίδαισιν ἅ τ' οὐ σπανίζει: παλαίφατος γενεά,
ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις
δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων 35

ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
[60] χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας
χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν
ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων
ἑσπέριος ὁμάδῳ φλέγεν: 40

πόντου τε γέφυρ' ἀκάμαντος ἐν ἀμφικτιόνων
ταυροφόνῳ τριετηρίδι Κρεοντίδαν
[70] τίμασε Ποσειδάνιον ἂν τέμενος:
βοτάνα τέ νιν
πόθ' ἁ λέοντος 45

νικάσαντ' ἤρεφε δασκίοις
Φλιοῦντος ὑπ' ὠγυγίοις ὄρεσιν.
πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι
νᾶσον εὐκλέα τάνδε κοσμεῖν: ἐπεί σφιν Αἰακίδαι
[80] ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας: 50

πέταται δ' ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν
ὄνυμ' αὐτῶν: καὶ ἐς Αἰθίοπας
Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο: βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺς
ἔμπεσε χαμαὶ καταβὰς ἀφ' ἁρμάτων,
φαεννᾶς υἱὸν εὖτ' ἐνάριξεν Ἀόος ἀκμᾷ 55

[90] ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροι
ὁδὸν ἀμαξιτὸν εὗρον: ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν:
τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων
λέγεται παντὶ μάλιστα δονεῖν
θυμόν. ἑκόντι δ' ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν, 60

[100] πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων
εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,
Ἀλκιμίδα, τέ γ' ἐπαρκέσαι
κλειτᾷ γενεᾷ: δύο μὲν Κρονίου πὰρ τεμένει,
παῖ, σέ τ' ἐνόσφισε καὶ Πουλυτιμίδαν 65

κλᾶρος προπετὴς ἄνθε' Ὀλυμπιάδος.
δελφῖνί κεν
τάχος δι' ἅλμας
[110] ἴσον εἴποιμι Μελησίαν,
χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.

ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΕΝΤΑΘΛῼ[Επεξεργασία]

Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων,
παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων: ἄνευ σέθεν
οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν
τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν. 5

ἀναπνέομεν δ' οὐχ ἅπαντες ἐπὶ ἴσα:
εἴργει δὲ πότμῳ ζυγένθ' ἕτερον ἕτερα. σὺν δὲ τὶν
[10] καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθεὶς
εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.
πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων 10

Αἰακιδᾶν: μάλα δ' ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.
εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον' αἰτίαν
ῥοαῖσι Μοισᾶν ἐνέβαλε: ταὶ μεγάλαι γὰρ ἀλκαὶ
σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι:
[20] ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ, 15

εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος
εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.
σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον
ἔμαθον, οὐδ' ὑπὸ κέρδει βλάβεν:
ἀφνεὸς πενιχρός τε θανάτου πέρας 20

ἅμα νέονται. ἐγὼ δὲ πλέον' ἔλπομαι
[30] λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθ' Ὅμηρον:
ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ μαχανᾷ
σεμνὸν ἔπεστί τι: σοφία δὲ κλέπτει παράγοισα μύθοις: τυφλὸν δ' ἔχει
ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν 25

ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς
ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν
[40] λευρὸν ξίφος: ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ
ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς
ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ 30

πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται
κῦμ' Ἀΐδα, πέσε δ' ἀδόκητον ἐν καὶ δοκέοντα: τιμὰ δὲ γίνεται
ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων
βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου
[50] μόλον χθονός: ἐν Πυθίοισι δὲ δαπέδοις 35

κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν,
τᾷ καὶ Δαναοὶ πόνησαν: ὁ δ' ἀποπλέων
Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δ' εἰς Ἐφύραν ἵκοντο:
Μολοσσίᾳ δ' ἐμβασίλευεν ὀλίγον
χρόνον: ἀτὰρ γένος αἰεὶ φέρεν 40

τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,
[60] κτέαν' ἄγων Τρωΐαθεν ἀκροθινίων:
ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντ' ἀνὴρ μαχαίρᾳ.
βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.
ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν: ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ 45

Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι
θεοῦ παρ' εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς
θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
[70] εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει:
οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ, 50

Αἴγινα, τεῶν Διός τ' ἐκγόνων. θρασύ μοι τόδ' εἰπεῖν
φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων
οἴκοθεν: ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ: κόρον δ' ἔχει
καὶ μέλι καὶ τὰ τέρπν' ἄνθε' Ἀφροδίσια.
[80] φυᾷ δ' ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες, 55

ὁ μὲν τά, τὰ δ' ἄλλοι: τυχεῖν δ' ἕν' ἀδύνατον
εὐδαιμονίαν ἅπασαν ἀνελόμενον: οὐκ ἔχω
εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον
ὤρεξε. Θεαρίων, τὶν δ' ἐοικότα καιρὸν ὄλβου
δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ 60

σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.
[90] ξεῖνός εἰμι: σκοτεινὸν ἀπέχων ψόγον,
ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ' ἄγων
κλέος ἐτήτυμον αἰνέσω: ποτίφορος δ' ἀγαθοῖσι μισθὸς οὗτος.
ἐὼν δ' ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ' ἀνὴρ 65

Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων: προξενίᾳ πέποιθ': ἔν τε δαμόταις
ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
βίαια πάντ' ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων
[100] ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,
εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων. 70

Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω
μὴ τέρμα προβὰς ἄκονθ' ὥτε χαλκοπάρᾳον ὄρσαι
θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται. 75

[110] ἔα με: νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς
ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
εἴρειν στεφάνους ἐλαφρόν: ἀναβάλεο: Μοῖσά τοι
κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθ' ἁμᾷ
καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσ' ἐέρσας. 80

Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ
πολύφατον θρόον ὕμνων δόνει
[120] ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ
ὀπί: λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι, 85

ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,
Ἡράκλεες, σέο δὲ προπράον' ἔμεν ξεῖνον ἀδελφεόν τ'. εἰ δὲ γεύεται
ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτον' ἔμμεναι
[130] νόῳ φιλήσαντ' ἀτενέϊ γείτονι χάρμα πάντων
ἐπάξιον: εἰ δ' αὐτὸ καὶ θεὸς ἀνέχοι,90

ἐν τίν κ' ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς
ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων
θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν:
ἐπεὶ τετραόροισιν ὥθ' ἁρμάτων ζυγοῖς
ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ, 95

[140] τὶν δ' ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν
κόραν τε Γλαυκώπιδα: δύνασαι δὲ βροτοῖσιν ἀλκὰν
ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις
ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις 100

εὐδαίμον' ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ
[150] γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.
τὸ δ' ἐμὸν οὔ ποτε φάσει κέαρ
ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι
ἔπεσι: ταὐτὰ δὲ τρὶς τετράκι τ' ἀμπολεῖν 105

ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, “Διὸς Κόρινθος.”

ΔΕΙΝΙᾼ ΑΙΓΙΝΗΤῌ ΔΙΑΥΛΟΔΡΟΜῼ[Επεξεργασία]

ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων,
ἅτε παρθενηΐοις παίδων τ' ἐφίζοισα γλεφάροις,
τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δ' ἑτέραις.
ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον 5

τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.
[10] οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν
Κυπρίας δώρων: ἔβλαστεν δ' υἱὸς Οἰνώνας βασιλεὺς
χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν.
ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων 10

ἤθελον κείνου γε πείθεσθ' ἀναξίαις ἑκόντες,
[20] οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν,
οἵ τ' ἀνὰ Σπάρταν Πελοπηϊάδαι.
ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θ' ὑπὲρ φίλας
ἀστῶν θ' ὑπὲρ τῶνδ' ἅπτομαι φέρων 15

Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν,
Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.
σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος:
[30] ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ.
ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν. 20

πολλὰ γὰρ πολλᾷ λέλεκται: νεαρὰ δ' ἐξευρόντα δόμεν βασάνῳ
ἐς ἔλεγχον, ἅπας κίνδυνος: ὄψον δὲ λόγοι φθονεροῖσιν:
ἅπτεται δ' ἐσλῶν ἀεί, χειρόνεσσι δ' οὐκ ἐρίζει.
[40] κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις.
ἦ τιν' ἄγλωσσον μέν, ἦτορ δ' ἄλκιμον, λάθα κατέχει 25

ἐν λυγρῷ νείκει: μέγιστον δ' αἰόλῳ ψεύδει γέρας ἀντέταται.
κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν:
χρυσέων δ' Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.
ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ
[50] ἕλκεα ῥῆξαν πελεμιζόμενοι 30

ὑπ' ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφ' Ἀχιλεῖ νεοκτόνῳ,
ἄλλων τε μόχθων ἐν πολυφθόροις
ἁμέραις. ἐχθρὰ δ' ἄρα πάρφασις ἦν καὶ πάλαι,
αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος:
ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δ' ἀφάντων κῦδος ἀντείνει σαθρόν. 35

[60] εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις
ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος
μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δ' ἕτεροι
ἀπέραντον: ἐγὼ δ' ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμ',
αἰνέων αἰνητά, μομφὰν δ' ἐπισπείρων ἀλιτροῖς. 40

αὔξεται δ' ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾄσσει,
[70] σοφοῖς ἀνδρῶν ἀερθεῖσ' ἐν δικαίοις τε πρὸς ὑγρὸν
αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν: τὰ μὲν ἀμφὶ πόνοις
ὑπερώτατα: μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι
πιστόν. ὦ Μέγα, τὸ δ' αὖτις τεὰν ψυχὰν κομίξαι 45

οὔ μοι δυνατόν: κενεᾶν δ' ἐλπίδων χαῦνον τέλος:
σεῦ δὲ πάτρᾳ Χαριάδαις τ' Ἐλαφρὸν
[80] ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων
δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον
ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δ' ἀνὴρ 50

νώδυνον καί τις κάματον θῆκεν. ἦν γε μὰν ἐπικώμιος ὕμνος
δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν.

ΧΡΟΜΙῼ ΑΙΤΝΑΙῼ ΑΡΜΑΤΙ[Επεξεργασία]

κωμάσομεν παρ' Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι,
τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθ' ἀναπεπταμέναι ξείνων νενίκανται θύραι,
ὄλβιον ἐς Χρομίου δῶμ'. ἀλλ' ἐπέων γλυκὺν ὕμνον πράσσετε.
[10] τὸ κρατήσιππον γὰρ ἐς ἃρμ' ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει 5

Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις.
ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν
μὴ χαμαὶ σιγᾷ καλύψαι: θεσπεσία δ' ἐπέων καύχαις ἀοιδὰ πρόσφορος.
ἀλλ' ἀνὰ μὲν βρομίαν φόρμιγγ', ἀνὰ δ' αὐλὸν ἐπ' αὐτὰν ὄρσομεν
[20] ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν Ἄδραστος ἐπ' Ἀσωποῦ ῥεέθροις: ὧν ἐγὼ 10

μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς,
ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θ' ἑορταῖς
ἰσχύος τ' ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.
[30] φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν
πατρῴων οἴκων ἀπό τ' Ἄργεος: ἀρχοὶ δ' οὐκ ἔτ' ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ. 15

κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ.
ἀνδροδάμαντ' Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν,
[40] δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτε
ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν
οὐ κατ' ὀρνίχων ὁδόν: οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους 20

στείχειν ἐπώτρυν', ἀλλὰ φείσασθαι κελεύθου.
[50] φαινομέναν δ' ἄρ' ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι
χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν: Ἰσμηνοῦ δ' ἐπ' ὄχθαισι γλυκὺν
νόστον ἐρεισάμενοι λευκανθέα σώματ' ἐπίαναν καπνόν:
ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας: ὁ δ' Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ 25

[60] Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δ' ἅμ' ἵπποις,
δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν
θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν.
εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων
[70] ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δ' εὔνομον 30

αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν,
Ζεῦ πάτερ, ἀγλαΐαισιν δ' ἀστυνόμοις ἐπιμῖξαι
λαόν. ἐντί τοι φίλιπποί τ' αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας
ἄνδρες. ἄπιστον ἔειπ': αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται,
[80] ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τ' ἐν μάχαις 35

ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς,
οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ
θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου. παῦροι δὲ βουλεῦσαι φόνου
[90] παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας
χερσὶ καὶ ψυχᾷ δυνατοί: λέγεται μὰν Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν 40

ἀγχοῦ, βαθυκρήμνοισι δ' ἀμφ' ἀκταῖς Ἑλώρου,
ἔνθα Ρέ̔ας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν
[100] παιδὶ τοῦθ' Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ: τὰ δ' ἄλλαις ἁμέραις
πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι.
ἐκ πόνων δ', οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἁμέρα. 45

ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.
[110] εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται
κῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν.
ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον: νεοθαλὴς δ' αὔξεται
μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ: θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται. 50

[120] ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν,
ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰν
ἀμπέλου παῖδ', ἅς ποθ' ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷ
Λατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ,
[130] εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις 55

νίκαν, ἀκοντίζων σκοποῖ' ἄγχιστα Μοισᾶν.

ΘΕΑΙῼ ΑΡΓΕΙῼ ΠΑΛΑΙΣΤῌ[Επεξεργασία]

Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες,
Αργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε: φλέγεται δ' ἀρεταῖς
μυρίαις ἔργων θρασέων ἕνεκεν.
μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος: 5

πολλὰ δ' Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις:
[10] οὐδ' Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.
Διομήδεα δ' ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν:
γαῖα δ' ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν
μάντιν Οἰκλείδαν, πολέμοιο νέφος: 10

καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι:
[20] Ζεὺς ἐπ' Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον:
πατρὶ δ' Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ:
θρέψε δ' αἰχμὰν Ἀμφιτρύωνος. ὁ δ' ὄλβῳ φέρτατος
ἵκετ' ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις 15

Τηλεβόας ἔναρεν: τῷ ὄψιν ἐειδόμενος
ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν
[30] σπέρμ' ἀδείμαντον φέρων Ἡρακλέος: οὗ κατ' Ὄλυμπον
ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ' ἔστι, καλλίστα θεῶν.
βραχύ μοι στόμα πάντ' ἀναγήσασθ', ὅσων Ἀργεῖον ἔχει τέμενος 20

μοῖραν ἐσλῶν: ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι:
ἀλλ' ὅμως εὔχορδον ἔγειρε λύραν,
καὶ παλαισμάτων λάβε φροντίδ': ἀγών τοι χάλκεος
δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν:
Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων. 25

ἐκράτησε δὲ καί ποθ' Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼν
καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τ' ἔδωκ' ἀρόσαι,
[50] τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών,
τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.
Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα: πᾶν δὲ τέλος 30

ἐν τὶν ἔργων: οὐδ', ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν:
γνώτ' ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ
[60] ἐσχάτων ἄθλων κορυφαῖς: ὕπατον δ' ἔσχεν Πίσα
Ἡρακλέος τεθμόν: ἁδεῖαί γε μὲν ἀμβολάδαν
ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ 35

κώμασαν: γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας
ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.
[70] ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων
εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ Τυνδαρίδαις θαμάκις.
ἀξιωθείην κεν, ἐὼν Θρασύκλου 40

Ἀντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος
ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδ' ἱπποτρόφον
ἄστυ θάλησεν Κορίνθου τ' ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις:
[80] Σικυωνόθε δ' ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν,
ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις: 45

ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν
ἐξελέγχειν: μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς:
ὅντε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες
[90] καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει.
Κάστορος δ' ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη 50

καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν
ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν: ἐπεὶ
εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων
μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν,
[100] μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος. 55

μεταμειβόμενοι δ' ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ
Δὶ νέμονται, τὰν δ' ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας,
πότμον ἀμπιπλάντες ὁμοῖον: ἐπεὶ
τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ' οὐρανῷ,
[110] εἵλετ' αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ. 60

τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.
ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει
ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ' ὀξύτατον
ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ
[120] ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντ' ὠκέως, 65

καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός. αὐτίκα γὰρ
ἦλθε Λήδας παῖς διώκων: τοὶ δ' ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ:
ἔνθεν ἁρπάξαντες ἄγαλμ' Αί̓̈δα, ξεστὸν πέτρον,
ἔμβαλον στέρνῳ Πολυδεύκεος: ἀλλ' οὔ νιν φλάσαν,
[130] οὐδ' ἀνέχασσαν: ἐφορμαθεὶς δ' ἄρ' ἄκοντι θοῷ 70

ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.
Ζεὺς δ' ἐπ' Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν:
ἅμα δ' ἐκαίοντ' ἔρημοι. χαλεπὰ δ' ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.
ταχέως δ' ἐπ' ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας,
[140] καί νιν οὔπω τεθναότ', ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν. 75

θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς
ὄρθιον φώνασε: “πάτερ Κρονίων, τίς δὴ λύσις
ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδ' ἐπίτειλον, ἄναξ.
οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί: παῦροι δ' ἐν πόνῳ πιστοὶ βροτῶν
καμάτου μεταλαμβάνειν.” ὣς ἔννεπε: Ζεὺς δ' ἀντίος ἤλυθέ οἱ 80

[150] καὶ τόδ' ἐξαύδασ' ἔπος: “ἐσσί μοι υἱός: τόνδε δ' ἔπειτα πόσις
σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις
στάξεν ἥρως. ἀλλ' ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν
παρδίδωμ': εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον
αὐτὸς Οὔλυμπον θέλεις σύν τ' Ἀθαναίᾳ κελαινεγχεῖ τ' Ἄρει, 85

[160] ἔστι τοι τούτων λάχος: εἰ δὲ κασιγνήτου πέρι
μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,
ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,
ἥμισυ δ' οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.”
ὣς ἄρ' αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν. 90

[170] ἀνὰ δ' ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.

ΑΡΙΣΤΑΓΟΡᾼ ΤΕΝΕΔΙῼ ΠΡΥΤΑΝΕΙ[Επεξεργασία]

παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας, Ἑστία,
Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας,
εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,
εὖ δ' ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας, 5

οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον,
πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν,
πολλὰ δὲ κνίσσᾳ: λύρα δέ σφι βρέμεται καὶ ἀοιδά:
καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοις
[10] ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος 10

δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ,
ἄνδρα δ' ἐγὼ μακαρίζω μὲν πατέρ' Ἁγησίλαν,
καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον.
εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,
ἔν τ' ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν, 15

[20] θνατὰ μεμνάσθω περιστέλλων μέλη,
καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος:
ἐν λόγοις δ' ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών,
καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.
ἐκ δὲ περικτιόνων ἑκκαίδεκ' Ἀρισταγόραν 20

ἀγλααὶ νῖκαι πάτραν τ' εὐώνυμον
ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.
ἐλπίδες δ' ὀκνηρότεραι γονέων παιδὸς βίαν
ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων.
[30] ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ 25

καὶ παρ' εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου
κάλλιον ἂν δηριώντων ἐνόστησ' ἀντιπάλων,
πενταετηρίδ' ἑορτὰν Ἡρακλέος τέθμιον
κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις
ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι 30

ἐξ ἀγαθῶν ἔβαλον: τὸν δ' αὖ καταμεμφθέντ' ἄγαν
[41] ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν
χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.
συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι
αἷμ' ἀπὸ Σπάρτας: Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ, 35

Αἰολέων στρατιὰν χαλκεντέα δεῦρ' ἀνάγων:
καὶ παρ' Ἰσμηνοῦ ῥοὰν κεκραμένον
ἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δ' ἀρεταὶ
ἀμφέροντ' ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος:
[50] ἐν σχερῷ δ' οὔτ' ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι, 40

δένδρεά τ' οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις
ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,
ἀλλ' ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει
μοῖρα. τὸ δ' ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται
τέκμαρ: ἀλλ' ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν, 45

ἔργα τε πολλὰ μενοινῶντες: δέδεται γὰρ ἀναιδεῖ
[60] ἐλπίδι γυῖα: προμαθείας δ' ἀπόκεινται ῥοαί.
κερδέων δὲ χρὴ μέτρον θηρευέμεν:
ἀπροσίκτων δ' ἐρώτων ὀξύτεραι μανίαι.