Ρωμαϊκή Αρχαιολογία/β/61

Από Βικιθήκη
Κεφάλαια 61–70
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος β΄


LXI. 1. Οἱ δὲ τὰ μυθώδη πάντα περιαιροῦντες ἐκ τῆς ἱστορίας πεπλάσθαι φασὶν ὑπὸ τοῦ Νόμα τὸν περὶ τῆς Ἠγερίας λόγον, ἵνα ῥᾷον αὐτῷ προσέχωσιν οἱ τὰ θεῖα δεδιότες καὶ προθύμως δέχωνται τοὺς ὑπ´ αὐτοῦ τιθεμένους νόμους, ὡς παρὰ θεῶν κομιζομένους.

2. Λαβεῖν δὲ αὐτὸν τὴν τούτων μίμησιν ἀποφαίνουσιν ἐκ τῶν Ἑλληνικῶν παραδειγμάτων ζηλωτὴν γενόμενον τῆς τε Μίνω τοῦ Κρητὸς καὶ τῆς Λυκούργου τοῦ Λακεδαιμονίου σοφίας· ὧν ὁ μὲν ὁμιλητὴς ἔφη γενέσθαι τοῦ Διὸς καὶ φοιτῶν εἰς τὸ Δικταῖον ὄρος, ἐν ᾧ τραφῆναι τὸν Δία μυθολογοῦσιν οἱ Κρῆτες ὑπὸ τῶν Κουρήτων νεογνὸν ὄντα, κατέβαινεν εἰς τὸ ἱερὸν ἄντρον καὶ τοὺς νόμους ἐκεῖ συντιθεὶς ἐκόμιζεν, οὓς ἀπέφαινε παρὰ τοῦ Διὸς λαμβάνειν· ὁ δὲ Λυκοῦργος εἰς Δελφοὺς ἀφικνούμενος ὑπὸ τοῦ Ἀπόλλωνος ἔφη διδάσκεσθαι τὴν νομοθεσίαν.

3. Τὸ μὲν οὖν ἀκριβολογεῖσθαι περὶ τῶν μυθικῶν ἱστορημάτων καὶ μάλιστα τῶν εἰς θεοὺς ἀναφερομένων μακρῶν λόγων δεόμενον ὁρῶν ἐάσω, ἃ δέ μοι δοκοῦσιν ἀγαθὰ Ῥωμαῖοι λαβεῖν ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς ἀρχῆς, ὡς ἐκ τῶν ἐπιχωρίων ἔμαθον ἱστοριῶν ἀφηγήσομαι, προειπὼν ἐν οἵαις ἐτύγχανε ταραχαῖς τὰ πράγματα τῆς πόλεως ὄντα, πρὶν ἐκεῖνον ἐπὶ τὴν βασιλείαν παρελθεῖν.

LXII. 1. Μετὰ τὴν Ῥωμύλου τελευτὴν ἡ βουλὴ τῶν κοινῶν γενομένη κυρία καὶ χρόνον ἐνιαύσιον, ὥσπερ ἔφην, κατασχοῦσα τὴν δυναστείαν διαφέρεσθαι καὶ στασιάζειν αὐτὴ πρὸς ἑαυτὴν ἤρξατο περὶ τοῦ πλείονός τε καὶ ἴσου. Ὅσον μὲν γὰρ αὐτῆς μέρος Ἀλβανῶν ἦν ἀπὸ τῶν ἅμα Ῥωμύλῳ τὴν ἀποικίαν στειλάντων, γνώμης τε ἄρχειν ἠξίου καὶ τιμῶν τὰς μεγίστας λαμβάνειν καὶ θεραπεύεσθαι πρὸς τῶν ἐπηλύδων·

2. Οἱ δ´ ὕστερον εἰς τοὺς πατρικίους καταγραφέντες ἐκ τῶν ἐποίκων οὐδεμιᾶς ᾤοντο δεῖν ἀπελαύνεσθαι τιμῆς οὐδὲ μειονεκτεῖν τῶν ἑτέρων, μάλιστα δ´ ὅσοι τοῦ Σαβίνων ἐτύγχανον ὄντες γένους καὶ κατὰ τὰς συνθήκας τὰς γενομένας Ῥωμύλῳ πρὸς Τάτιον ἐπὶ τοῖς ἴσοις [γενόμενοι] μετειληφέναι τῆς πόλεως παρὰ τῶν ἀρχαίων οἰκητόρων καὶ τὴν αὐτὴν χάριν ἐκείνοις αὐτοὶ δεδωκέναι ἐδόκουν.

3. Ἅμα δὲ τῷ τὴν βουλὴν διαστῆναι καὶ τὸ τῶν πελατῶν πλῆθος διχῇ μερισθὲν ἑκατέρᾳ συνέβαινε τῶν στάσεων. Ἦν δέ τι τοῦ δημοτικοῦ μέρος οὐκ ὀλίγον ἐκ τῶν νεωστὶ προσεληλυθότων τῇ πολιτείᾳ, ὃ διὰ τὸ μηδενὸς συνάρασθαι τῷ Ῥωμύλῳ πολέμου παρημελημένον ὑπὸ τοῦ ἡγεμόνος οὔτε γῆς εἰλήφει μοῖραν οὔτε ὠφελείας. Τοῦτο ἀνέστιον καὶ πτωχὸν ἀλώμενον ἐχθρὸν ἐκ τοῦ ἀναγκαίου τοῖς κρείττοσιν ἦν καὶ νεωτερίζειν ἑτοιμότατον.

4. Ἐν τοιούτῳ δὴ κλύδωνι τὸ πράγματα τῆς πόλεως σαλεύοντα ὁ Νόμας καταλαβών, πρῶτον μὲν τοὺς ἀπόρους τῶν δημοτῶν ἀνέλαβε διανείμας αὐτοῖς ἀφ´ ἧς Ῥωμύλος ἐκέκτητο χώρας καὶ ἀπὸ τῆς δημοσίας μοῖράν τινα ὀλίγην· ἔπειτα τοὺς πατρικίους οὐδὲν μὲν ἀφελόμενος ὧν οἱ κτίσαντες τὴν πόλιν εὕροντο, τοῖς δ´ ἐποίκοις ἑτέρας τινὰς ἀποδοὺς τιμάς, ἔπαυσε διαφερομένους.

5. Ἁρμοσάμενος δὲ τὸ πλῆθος ἅπαν ὥσπερ ὄργανον πρὸς ἕνα τὸν τοῦ κοινῇ συμφέροντος λογισμὸν καὶ τῆς πόλεως τὸν περίβολον αὐξήσας τῷ Κυρινείῳ λόφῳ (τέως γὰρ ἔτι ἀτείχιστος ἦν) τότε τῶν ἄλλων πολιτευμάτων ἥπτετο δύο ταῦτα πραγματευόμενος, οἷς κοσμηθεῖσαν ὑπελάμβανεν [ἂν] τὴν πόλιν εὐδαίμονα γενήσεσθαι καὶ μεγάλην· εὐσέβειαν μὲν πρῶτον, διδάσκων τοὺς ἀνθρώπους ὅτι παντὸς ἀγαθοῦ θεοὶ δοτῆρές εἰσι τῇ θνητῇ φύσει καὶ φύλακες, ἔπειτα δικαιοσύνην, δι´ ἣν καὶ τὰ παρὰ τῶν θεῶν ἀπέφαινεν ἀγαθὰ καλὰς τὰς ἀπολαύσεις φέροντα τοῖς κτησαμένοις.

LXIII. 1. Ἐξ ὧν δὲ διεπράξατο νόμων τε καὶ πολιτευμάτων ἑκάτερον τούτων εἰς μεγάλην ἐπίδοσιν προελθεῖν ἅπαντα μὲν οὐκ ἀξιῶ γράφειν, τὸ μῆκος ὑφορώμενος τοῦ λόγου καὶ ἅμα οὐδ´ ἀναγκαίαν ὁρῶν τὴν ἀναγραφὴν αὐτῶν Ἑλληνικαῖς ἱστορίαις, αὐτὰ δὲ τὰ κυριώτατα καὶ φανερὰν δυνάμενα ποιῆσαι πᾶσαν τὴν προαίρεσιν τοῦ ἀνδρὸς ἐπὶ κεφαλαίων ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῆς περὶ τὰ θεῖα διακοσμήσεως ποιησάμενος.

2. Ὅσα μὲν οὖν ὑπὸ Ῥωμύλου ταχθέντα ἐν ἐθισμοῖς τε καὶ νόμοις παρέλαβεν, ἀπὸ τοῦ κρατίστου τετάχθαι πάντα ἡγησάμενος εἴα κατὰ χώραν μένειν, ὅσα δ´ ὑπ´ ἐκείνου παραλελεῖφθαι ἐδόκει, ταῦτα προσετίθει πολλὰ μὲν ἀποδεικνὺς τεμένη τοῖς μήπω τιμῶν τυγχάνουσι θεοῖς, πολλοὺς δὲ βωμοὺς καὶ ναοὺς ἱδρυόμενος ἑορτάς τε ἑκάστῳ αὐτῶν ἀπονέμων καὶ τοὺς ἐπιμελησομένους αὐτῶν ἱερεῖς καθιστὰς ἁγνείας τε καὶ θρησκείας καὶ καθαρμοὺς καὶ τὰς ἄλλας θεραπείας καὶ τιμὰς πάνυ πολλὰς νομοθετῶν, ὅσας οὔθ´ Ἑλληνὶς οὔτε βάρβαρος ἔχει πόλις οὐδ´ αἱ μέγιστον ἐπ´ εὐσεβείᾳ φρονοῦσαί ποτε·

3. αὐτόν τε τὸν Ῥωμύλον ὡς κρείττονα γενόμενον ἢ κατὰ τὴν θνητὴν φύσιν ἱεροῦ κατασκευῇ καὶ θυσίαις διετησίοις ἔταξε Κυρῖνον ἐπονομαζόμενον γεραίρεσθαι. Ἔτι γὰρ ἀγνοούντων τὸν ἀφανισμὸν αὐτοῦ Ῥωμαίων εἴτε κατὰ δαίμονος πρόνοιαν εἴτ´ ἐξ ἐπιβουλῆς ἀνθρωπίνης ἐγένετο, παρελθών τις εἰς τὴν ἀγορὰν Ἰούλιος ὄνομα τῶν ἀπ´ Ἀσκανίου γεωργικὸς ἀνὴρ καὶ τὸν βίον ἀνεπίληπτος, οἷος μηδὲν ἂν ψεύσασθαι κέρδους ἕνεκα οἰκείου, ἔφη παραγιγνόμενος ἐξ ἀγροῦ Ῥωμύλον ἰδεῖν ἀπιόντα ἐκ τῆς πόλεως ἔχοντα τὰ ὅπλα, καὶ ἐπειδὴ ἐγγὺς ἐγένετο ἀκοῦσαι ταῦτα αὐτοῦ λέγοντος·

4. Ἄγγελλε Ῥωμαίοις Ἰούλιε τὰ παρ´ ἐμοῦ, ὅτι με ὁ λαχὼν ὅτ´ ἐγενόμην δαίμων εἰς θεοὺς ἄγεται τὸν θνητὸν ἐκπληρώσαντα αἰῶνα· εἰμὶ δὲ Κυρῖνος. περιλαβὼν δὲ ἅπασαν τὴν περὶ τὰ θεῖα νομοθεσίαν γραφαῖς διεῖλεν εἰς ὀκτὼ μοίρας, ὅσαι τῶν ἱερῶν ἦσαν αἱ συμμορίαι.

LXIV. 1. Ἀπέδωκε δὲ μίαν μὲν ἱερουργιῶν διάταξιν τοῖς τριάκοντα κουρίωσιν, οὓς ἔφην τὰ κοινὰ θύειν ὑπὲρ τῶν φρατριῶν ἱερά.

2. Τὴν δὲ δευτέραν τοῖς καλουμένοις ὑπὸ μὲν Ἑλλήνων στεφανηφόροις, ὑπὸ δὲ Ῥωμαίων φλάμοσιν, οὓς ἐπὶ τῆς φορήσεως τῶν πίλων τε καὶ στεμμάτων, ἃ καὶ νῦν ἔτι φοροῦσι φλάμα καλοῦντες, οὕτω προσαγορεύουσι.

3. Τὴν δὲ τρίτην τοῖς ἡγεμόσι τῶν κελερίων, οὓς ἔφην ἱππεῖς τε καὶ πεζοὺς στρατευομένους φύλακας ἀποδείκνυσθαι τῶν βασιλέων, καὶ γὰρ οὗτοι τεταγμένας τινὰς ἱερουργίας ἐπετέλουν.

4. Τὴν δὲ τετάρτην τοῖς ἐξηγουμένοις τὰ θεόπεμπτα σημεῖα καὶ διαιροῦσι τίνων ἐστὶ μηνύματα πραγμάτων ἰδίᾳ τε καὶ δημοσίᾳ, οὓς ἀφ´ ἑνὸς εἴδους τῶν θεωρημάτων τῆς τέχνης Ῥωμαῖοι καλοῦσιν αὔγορας, ἡμεῖς δ´ ἂν εἴποιμεν οἰωνοπόλους, ἁπάσης τῆς μαντικῆς παρ´ αὐτοῖς ὄντας ἐπιστήμονας τῆς τε περὶ τὰ οὐράνια καὶ τὰ μετάρσια καὶ τὰ ἐπίγεια.

5. Τὴν δὲ πέμπτην ταῖς φυλαττούσαις τὸ ἱερὸν πῦρ παρθένοις, αἳ καλοῦνται πρὸς αὐτῶν ἐπὶ τῆς θεᾶς ἣν θεραπεύουσιν ἑστιάδες, αὐτὸς πρῶτος ἱερὸν ἱδρυσάμενος Ῥωμαίοις Ἑστίας καὶ παρθένους ἀποδείξας αὐτῇ θυηπόλους· ὑπὲρ ὧν ὀλίγα καὶ αὐτὰ τἀναγκαιότατα τῆς ὑποθέσεως ἀπαιτούσης ἀναγκαῖον εἰπεῖν. ἔστι γὰρ ἃ καὶ ζητήσεως ἠξίωται [καὶ] παρὰ πολλοῖς τῶν Ῥωμαϊκῶν συγγραφέων κατὰ τὸν τόπον τοῦτον, [ὑπὲρ] ὧν οἱ τὰς αἰτίας οὐκ ἐξητακότες ἐπιμελῶς εἰκαιοτέρας ἐξήνεγκαν τὰς γραφάς.

LXV. 1. Τὴν γοῦν ἵδρυσιν τοῦ ἱεροῦ Ῥωμύλῳ τινὲς ἀνατιθέασι τῶν ἀμηχάνων νομίζοντες εἶναι πόλεως οἰκιζομένης ὑπ´ ἀνδρὸς ἐμπείρου μαντικῆς μὴ κατασκευασθῆναι πρῶτον ἑστίαν κοινὴν τῆς πόλεως, καὶ ταῦτα ἐν Ἄλβᾳ τοῦ κτίστου τραφέντος, ἐν ᾗ παλαιὸν ἐξ οὗ τὸ τῆς θεᾶς ταύτης ἱερὸν ἱδρυμένον ἦν, καὶ τῆς μητρὸς αὐτοῦ θυηπόλου γενομένης τῇ θεῷ· διαιρούμενοί τε διχῇ τὰ ἱερὰ καὶ τὰ μὲν αὐτῶν κοινὰ ποιοῦντες καὶ πολιτικά, τὰ δὲ ἴδια καὶ . Συγγενικά, δι´ ἄμφω ταῦτά φασι πολλὴν ἀνάγκην εἶναι τῷ Ῥωμύλῳ ταύτην σέβειν τὴν θεόν.

2. Οὔτε γὰρ ἀναγκαιότερον ἀνθρώποις οὐδὲν εἶναι τῆς κοινῆς ἑστίας οὔτε τῷ Ῥωμύλῳ κατὰ διαδοχὴν γένους οὐδὲν οἰκειότερον προγόνων μὲν ὑπάρχοντι τῶν ἐξ Ἰλίου τὰ τῆς θεᾶς ἱερὰ μετενεγκαμένων, μητρὸς δὲ ἱερείας. ἐοίκασι δ´ οἱ διὰ ταῦτα τὴν ἵδρυσιν τοῦ ἱεροῦ Ῥωμύλῳ μᾶλλον ἀνατιθέντες ἢ Νόμᾳ, τὸ μὲν κοινὸν ὀρθῶς λέγειν, ὅτι πόλεως οἰκιζομένης ἑστίαν πρῶτον ἔδει ἱδρυθῆναι καὶ ταῦτα ὑπ´ ἀνδρὸς οὐκ ἀπείρου τῆς περὶ τὰ θεῖα σοφίας, τὰ δὲ κατὰ μέρος ὑπέρ τε τῆς κατασκευῆς τοῦ νῦν ὄντος ἱεροῦ καὶ τῶν θεραπευουσῶν τὴν θεὸν παρθένων ἠγνοηκέναι.

3. Οὔτε γὰρ τὸ χωρίον τοῦτο ἐν ᾧ τὸ ἱερὸν φυλάττεται πῦρ Ῥωμύλος ἦν ὁ καθιερώσας τῇ θεῷ (μέγα δὲ τούτου τεκμήριον ὅτι τῆς τετραγώνου καλουμένης Ῥώμης ἣν ἐκεῖνος ἐτείχισεν ἐκτός ἐστιν, ἑστίας δὲ κοινῆς ἱερὸν ἐν τῷ κρατίστῳ μάλιστα καθιδρύονται τῆς πόλεως ἅπαντες, ἔξω δὲ τοῦ τείχους οὐδείς) οὔτε διὰ παρθένων τὰς θεραπείας κατεστήσατο τῇ θεῷ μεμνημένος ὡς ἐμοὶ δοκεῖ τοῦ περὶ τὴν μητέρα πάθους, ᾗ συνέβη θεραπευούσῃ τὴν θεὸν τὴν παρθενίαν ἀποβαλεῖν, ὡς οὐχ ἱκανὸς ἐσόμενος, ἐάν τινα τῶν θυηπόλων εὕρῃ διεφθαρμένην, κατὰ τοὺς πατρίους τιμωρήσασθαι νόμους διὰ τὴν ἐπὶ ταῖς οἰκείαις συμφοραῖς ἀνάμνησιν.

4. Διὰ ταῦτα μὲν δὴ κοινὸν ἱερὸν οὐ κατεσκευάσατο τῆς Ἑστίας οὐδὲ ἱερείας ἔταξεν αὐτῇ παρθένους, ἐν ἑκάστῃ δὲ τῶν τριάκοντα φρατριῶν ἱδρυσάμενος ἑστίαν, ἐφ´ ἧς ἔθυον οἱ φρατριεῖς, θυηπόλους αὐτῶν ἐποίησε τοὺς τῶν κουριῶν ἡγεμόνας τὰ παρ´ Ἕλλησιν ἔθη μιμησάμενος, ἃ παρὰ ταῖς ἀρχαιοτάταις τῶν πόλεων ἔτι γίγνεται. Τά γέ τοι καλούμενα πρυτανεῖα παρ´ αὐτοῖς {Ἑστίας} ἐστὶν ἱερά, καὶ θεραπεύεται πρὸς τῶν ἐχόντων τὸ μέγιστον ἐν ταῖς πόλεσι κράτος.

LXVI. 1. Νόμας δὲ τὴν ἀρχὴν παραλαβὼν τὰς μὲν ἰδίας οὐκ ἐκίνησε τῶν φρατριῶν ἑστίας, κοινὴν δὲ κατεστήσατο πάντων μίαν ἐν τῷ μεταξὺ τοῦ τε Καπιτωλίου καὶ τοῦ Παλατίου χωρίῳ, συμπεπολισμένων ἤδη τῶν λόφων ἑνὶ περιβόλῳ καὶ μέσης ἀμφοῖν οὔσης τῆς ἀγορᾶς, ἐν ᾗ κατεσκεύασται τὸ ἱερόν, τήν τε φυλακὴν τῶν ἱερῶν κατὰ τὸν πάτριον τῶν Λατίνων νόμον διὰ παρθένων ἐνομοθέτησε γίνεσθαι·

2. ἔχει δέ τινας ἀπορίας καὶ τὸ φυλαττόμενον ἐν τῷ ἱερῷ τί δήποτέ ἐστι καὶ διὰ τί πρόσκειται παρθένοις. Τινὲς μὲν οὖν οὐδὲν ἔξω τοῦ φανεροῦ πυρὸς εἶναί φασι τὸ τηρούμενον, τὴν δὲ φυλακὴν αὐτοῦ παρθένοις ἀνακεῖσθαι μᾶλλον ἢ ἀνδράσι ποιοῦνται κατὰ τὸ εἰκός, ὅτι πῦρ μὲν ἀμίαντον, παρθένος δ´ ἄφθαρτον, τῷ δ´ ἁγνοτάτῳ τῶν θείων τὸν καθαρώτατον τῶν θνητῶν φίλον.

3. Ἑστίᾳ δ´ ἀνακεῖσθαι τὸ πῦρ νομίζουσιν, ὅτι γῆ τε οὖσα ἡ θεὸς καὶ τὸν μέσον κατέχουσα τοῦ κόσμου τόπον τὰς ἀνάψεις τοῦ μεταρσίου ποιεῖται πυρὸς ἀφ´ ἑαυτῆς. Εἰσὶ δέ τινες οἵ φασιν ἔξω τοῦ πυρὸς ἀπόρρητα τοῖς πολλοῖς ἱερὰ κεῖσθαί τινα ἐν τῷ τεμένει τῆς θεᾶς, ὧν οἵ τε ἱεροφάνται τὴν γνῶσιν ἔχουσι καὶ αἱ παρθένοι, τεκμήριον οὐ μικρὸν παρεχόμενοι τοῦ λόγου τὸ συμβὰν περὶ τὴν ἔμπρησιν τοῦ ἱεροῦ κατὰ τὸν Φοινικικὸν πόλεμον τὸν πρῶτον συστάντα Ῥωμαῖοις πρὸς Καρχηδονίους περὶ Σικελίας.

4. Ἐμπρησθέντος γὰρ τοῦ τεμένους καὶ τῶν παρθένων φευγουσῶν ἐκ τοῦ πυρὸς τῶν ἱεροφαντῶν τις Λεύκιος Καικίλιος ὁ καλούμενος Μέτελλος ἀνὴρ ὑπατικός, ὁ τὸν ἀοίδιμον ἐκ Σικελίας ἀπὸ Καρχηδονίων καταγαγὼν ὀκτὼ καὶ τριάκοντα καὶ ἑκατὸν ἐλεφάντων θρίαμβον, ὑπεριδὼν τῆς ἰδίας ἀσφαλείας τοῦ κοινῇ συμφέροντος ἕνεκα παρεκινδύνευσεν εἰς τὰ καιόμενα βιάσασθαι καὶ τὰ καταλειφθέντα ὑπὸ τῶν παρθένων ἁρπάσας ἱερὰ διέσωσεν ἐκ τοῦ πυρός· ἐφ´ ᾧ τιμὰς παρὰ τῆς πόλεως ἐξηνέγκατο μεγάλας, ὡς ἡ τῆς εἰκόνος αὐτοῦ τῆς ἐν Καπιτωλίῳ κειμένης ἐπιγραφὴ μαρτυρεῖ.

5. Τοῦτο δὴ λαβόντες ὁμολογούμενον ἐπισυνάπτουσιν αὐτοὶ στοχασμούς τινας ἰδίους, οἱ μὲν ἐκ τῶν ἐν Σαμοθρᾴκῃ λέγοντες ἱερῶν μοῖραν εἶναί τινα φυλαττομένην τὴν ἐνθάδε, Δαρδάνου μὲν εἰς τὴν ὑφ´ ἑαυτοῦ κτισθεῖσαν πόλιν ἐκ τῆς νήσου τὰ ἱερὰ μετενεγκαμένου, Αἰνείου δὲ, ὅτ´ ἔφυγεν ἐκ τῆς Τρωάδος ἅμα τοῖς ἄλλοις καὶ ταῦτα κομίσαντος εἰς Ἰταλίαν, οἱ δὲ τὸ διοπετὲς Παλλάδιον ἀποφαίνοντες εἶναι τὸ παρ´ Ἰλιεῦσι γενόμενον, ὡς Αἰνείου κομίσαντος αὐτὸ δι´ ἐμπειρίαν, Ἀχαιῶν δὲ τὸ μίμημα αὐτοῦ λαβόντων κλοπῇ· περὶ οὗ πολλοὶ σφόδρα εἴρηνται ποιηταῖς τε καὶ συγγραφεῦσι λόγοι.

6. Ἐγὼ δὲ τὸ μὲν εἶναί τινα τοῖς πολλοῖς ἄδηλα ἱερὰ φυλαττόμενα ὑπὸ τῶν παρθένων καὶ οὐ τὸ πῦρ μόνον ἐκ πολλῶν πάνυ καταλαμβάνομαι, τίνα δὲ ταῦτ´ ἔστιν οὐκ ἀξιῶ πολυπραγμονεῖν οὔτ´ ἐμαυτὸν οὔτε ἄλλον οὐδένα τῶν βουλομένων τὰ πρὸς θεοὺς ὅσια τηρεῖν.

LXVII. 1. Αἱ δὲ θεραπεύουσαι τὴν θεὸν παρθένοι τέτταρες μὲν ἦσαν κατ´ ἀρχὰς τῶν βασιλέων αὐτὰς αἱρουμένων ἐφ´ οἷς κατεστήσατο δικαίοις ὁ Νόμας, ὕστερον δὲ διὰ πλῆθος τῶν ἱερουργιῶν ἃς ἐπιτελοῦσιν ἓξ γενόμεναι μέχρι τοῦ καθ´ ἡμᾶς διαμένουσι χρόνου δίαιταν ἔχουσαι παρὰ τῇ θεῷ, ἔνθα δι´ ἡμέρας μὲν οὐδεὶς ἀπείργεται τῶν βουλομένων εἰσιέναι, νύκτωρ δὲ οὐδενὶ τῶν ἀρρένων ἐναυλίσασθαι θέμις.

2. Χρόνον δὲ τριακονταετῆ μένειν αὐτὰς ἀναγκαῖον ἁγνὰς γάμων θυηπολούσας τε καὶ τἆλλα θρησκευούσας κατὰ νόμον, ἐν ᾧ δέκα μὲν ἔτη μανθάνειν αὐτὰς ἔδει, δέκα δ´ ἐπιτελεῖν τὰ ἱερά, τὰ δὲ λοιπὰ δέκα διδάσκειν ἑτέρας. Ἐκπληρωθείσης δὲ τῆς τριακονταετίας οὐδὲν ἦν τὸ κωλῦσον τὰς βουλομένας ἀποθείσας τὰ στέμματα καὶ τὰ λοιπὰ παράσημα τῆς ἱερωσύνης γαμεῖσθαι. καὶ ἐποίησάν τινες τοῦτο πάνυ ὀλίγαι, αἷς ἄζηλοι συνέβησαν αἱ τελευταὶ τῶν βίων καὶ οὐ πάνυ εὐτυχεῖς, ὥστε δι´ οἰωνοῦ λαμβάνουσαι τὰς ἐκείνων συμφορὰς αἱ λοιπαὶ παρθένοι μένουσι παρὰ τῇ θεῷ μέχρι θανάτου, τότε δὲ εἰς τὸν τῆς ἐκλιπούσης ἀριθμὸν ἑτέρα πάλιν ὑπὸ τῶν ἱεροφαντῶν ἀποδείκνυται.

3. Τιμαὶ δὲ αὐταῖς ἀποδέδονται παρὰ τῆς πόλεως πολλαὶ καὶ καλαί, δι´ ἃς οὔτε παίδων αὐταῖς ἐστι πόθος οὔτε γάμων, τιμωρίαι τε ἐπὶ τοῖς ἁμαρτανομένοις κεῖνται μεγάλαι, ὧν ἐξετασταί τε καὶ κολασταὶ κατὰ νόμον εἰσὶν οἱ ἱεροφάνται, τὰς μὲν ἄλλο τι τῶν ἐλαττόνων ἁμαρτανούσας ῥάβδοις μαστιγοῦντες, τὰς δὲ φθαρείσας αἰσχίστῳ τε καὶ ἐλεεινοτάτῳ παραδιδόντες θανάτῳ.

4. Ζῶσαι γὰρ ἔτι πομπεύουσιν ἐπὶ κλίνης φερόμεναι τὴν ἀποδεδειγμένην τοῖς νεκροῖς ἐκφοράν, ἀνακλαιομένων αὐτὰς καὶ προπεμπόντων φίλων τε καὶ συγγενῶν, κομισθεῖσαι δὲ μέχρι τῆς Κολλίνης πύλης, ἐντὸς τείχους εἰς σηκὸν ὑπὸ γῆς κατεσκευασμένον ἅμα τοῖς ἐνταφίοις κόσμοις τίθενται καὶ οὔτ´ ἐπιστήματος οὔτ´ ἐναγισμῶν οὔτ´ ἄλλου τῶν νομίμων οὐδενὸς τυγχάνουσι.

5. Πολλὰ μὲν οὖν καὶ ἄλλα δοκεῖ μηνύματα εἶναι τῆς οὐχ ὁσίως ὑπηρετούσης τοῖς ἱεροῖς, μάλιστα δὲ ἡ σβέσις τοῦ πυρός, ἣν ὑπὲρ ἅπαντα τὰ δεινὰ Ῥωμαῖοι δεδοίκασιν ἀφανισμοῦ τῆς πόλεως σημεῖον ὑπολαμβάνοντες, ἀφ´ ἧς ποτ´ ἂν αἰτίας γένηται, καὶ πολλαῖς αὐτὸ θεραπείαις ἐξιλασκόμενοι κατάγουσι πάλιν εἰς τὸ ἱερόν· ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ.

LXVIII. 1. Πάνυ δ´ ἄξιον καὶ τὴν ἐπιφάνειαν ἱστορῆσαι τῆς θεᾶς, ἣν ἐπεδείξατο ταῖς ἀδίκως ἐγκλη θείσαις παρθένοις, πεπίστευται γὰρ ὑπὸ Ῥωμαίων, εἰ καὶ παράδοξά ἐστι, καὶ πολὺν πεποίηνται λόγον ὑπὲρ αὐτῶν οἱ συγγραφεῖς.

2. Ὅσοι μὲν οὖν τὰς ἀθέους ἀσκοῦσι φιλοσοφίας, εἰ δὴ καὶ φιλοσοφίας αὐτὰς δεῖ καλεῖν, ἁπάσας διασύροντες τὰς ἐπιφανείας τῶν θεῶν τὰς παρ´ Ἕλλησιν ἢ βαρβάροις γενομένας καὶ ταύτας εἰς γέλωτα πολὺν ἄξουσι τὰς ἱστορίας ἀλαζονείαις ἀνθρωπίναις αὐτὰς ἀνατιθέντες, ὡς οὐδενὶ θεῶν μέλον ἀνθρώπων οὐδενός. Ὅσοι δ´ οὐκ ἀπολύουσι τῆς ἀνθρωπίνης ἐπιμελείας τοὺς θεούς, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς εὐμενεῖς εἶναι νομίζουσι καὶ τοῖς κακοῖς δυσμενεῖς διὰ πολλῆς ἐληλυθότες ἱστορίας, οὐδὲ ταύτας ὑπολήψονται τὰς ἐπιφανείας εἶναι ἀπίστους.

3. Λέγεται δή ποτε τοῦ πυρὸς ἐκλιπόντος δι´ ὀλιγωρίαν τινὰ τῆς τότε αὐτὸ φυλαττούσης Αἰμιλίας ἑτέρᾳ παρθένῳ τῶν νεωστὶ κατειλεγμένων καὶ ἄρτι μανθανουσῶν παραδούσης τὴν ἐπιμέλειαν ταραχὴ πολλὴ γενέσθαι κατὰ τὴν πόλιν ὅλην καὶ ζήτησις ὑπὸ τῶν ἱεροφαντῶν, μή τι μίασμα περὶ τὸ πῦρ τῆς ἱερείας ἐτύγχανε γεγονός· ἔνθα δή φασι τὴν Αἰμιλίαν ἀναίτιον μὲν οὖσαν, ἀπορουμένην δ´ ἐπὶ τῷ συμβεβηκότι παρόντων τῶν ἱερέων καὶ τῶν ἄλλων παρθένων τὰς χεῖρας ἐπὶ τὸν βωμὸν ἐκτείνασαν εἰπεῖν·

4. Ἑστία τῆς Ῥωμαίων πόλεως φύλαξ, εἰ μὲν ὁσίως καὶ δικαίως ἐπιτετέλεκά σοι τὰ ἱερὰ χρόνον ὀλίγου δέοντα τριακονταετοῦς καὶ ψυχὴν ἔχουσα καθαρὰν καὶ σῶμα ἁγνόν, ἐπιφάνηθί μοι καὶ βοήθησον καὶ μὴ περιίδῃς τὴν σεαυτῆς ἱέρειαν τὸν οἴκτιστον μόρον ἀποθανοῦσαν· εἰ δὲ ἀνόσιόν τι πέπρακταί μοι ταῖς ἐμαῖς τιμωρίαις τὸ τῆς πόλεως ἄγος ἀφάγνισον.

5. Ταῦτ´ εἰποῦσαν καὶ περιρρήξασαν ἀπὸ τῆς καρπασίνης ἐσθῆτος, ἣν ἔτυχεν ἐνδεδυκυῖα, βαλεῖν τὸν τελαμῶνα ἐπὶ τὸν βωμὸν μετὰ τὴν εὐχὴν λέγουσι καὶ ἐκ τῆς κατεψυγμένης πρὸ πολλοῦ καὶ οὐδένα φυλαττούσης σπινθῆρα τέφρας ἀναλάμψαι φλόγα πολλὴν διὰ τῆς καρπάσου, ὥστε μηδὲν ἔτι δεῆσαι τῇ πόλει μήτε ἁγνισμῶν μήτε νέου πυρός.

LXIX. 1. Ἔτι δὲ τούτου θαυμασιώτερόν ἐστι καὶ μύθῳ μᾶλλον ἐοικὸς ὃ μέλλω λέγειν. κατηγορῆσαί τινά φασιν ἀδίκως μιᾶς τῶν παρθένων τῶν ἱερῶν Τυκκίας ὄνομα, ἀφανισμὸν μὲν πυρὸς οὐκ ἔχοντα προφέρειν, ἄλλας δέ τινας ἐξ εἰκότων τεκμηρίων καὶ μαρτυριῶν ἀποδείξεις φέροντα οὐκ ἀληθεῖς· κελευσθεῖσαν δ´ ἀπολογεῖσθαι τὴν παρθένον τοῦτο μόνον εἰπεῖν, ὅτι τοῖς ἔργοις ἀπολύσεται τὰς διαβολάς·

2. ταῦτα δ´ εἰποῦσαν καὶ τὴν θεὸν ἐπικαλεσαμένην ἡγεμόνα τῆς ὁδοῦ γενέσθαι προάγειν ἐπὶ τὸν Τέβεριν ἐπιτρεψάντων μὲν αὐτῇ τῶν ἱεροφαντῶν, τοῦ δὲ κατὰ τὴν πόλιν ὄχλου συμπροπέμποντος· γενομένην δὲ τοῦ ποταμοῦ πλησίον τὸ παροιμιαζόμενον ἐν τοῖς πρώτοις τῶν ἀδυνάτων τόλμημα ὑπομεῖναι, ἀρυσαμένην ἐκ τοῦ ποταμοῦ [καινῷ] κοσκίνῳ καὶ μέχρι τῆς ἀγορᾶς ἐνέγκασαν παρὰ τοὺς πόδας τῶν ἱεροφαντῶν ἐξερᾶσαι τὸ ὕδωρ.

3. Καὶ μετὰ ταῦτά φασι τὸν κατήγορον αὐτῆς πολλῆς ζητήσεως γενομένης μήτε ζῶντα εὑρεθῆναι μήτε νεκρόν. Ἀλλ´ ὑπὲρ μὲν τῶν ἐπιφανειῶν τῆς θεᾶς ἔχων ἔτι πολλὰ λέγειν καὶ ταῦτα ἱκανὰ εἰρῆσθαι νομίζω.

LXX. 1. Ἕκτη δὲ μοῖρα τῆς περὶ τὰ θεῖα νομοθεσίας ἦν ἡ προσνεμηθεῖσα τοῖς καλουμένοις ὑπὸ Ῥωμαίων σαλίοις, οὓς αὐτὸς ὁ Νόμας ἀπέδειξεν ἐκ τῶν πατρικίων δώδεκα τοὺς εὐπρεπεστάτους ἐπιλεξάμενος νέους, ὧν ἐν Παλατίῳ κεῖται τὰ ἱερὰ καὶ αὐτοὶ καλοῦνται Παλατῖνοι. Οἱ μὲν γὰρ Ἀγωναλεῖς, ὑπὸ δέ τινων Κολλῖνοι καλούμενοι σάλιοι, ὧν τὸ ἱεροφυλάκιόν ἐστιν ἐπὶ τοῦ Κολλίνου λόφου, μετὰ Νόμαν ἀπεδείχθησαν ὑπὸ βασιλέως Ὁστιλίου κατ´ εὐχήν, ἣν ἐν τῷ πρὸς Σαβίνους εὔξατο πολέμῳ. οὗτοι πάντες οἱ σάλιοι χορευταί τινές εἰσι καὶ ὑμνηταὶ τῶν ἐνόπλων θεῶν.

2. Ἑορτὴ δ´ αὐτῶν ἐστι περὶ τὰ Παναθήναια ἐν τῷ καλουμένῳ Μαρτίῳ μηνὶ δημοτελὴς ἐπὶ πολλὰς ἡμέρας ἀγομένη, ἐν αἷς διὰ τῆς πόλεως ἄγουσι τοὺς χοροὺς εἴς τε τὴν ἀγορὰν καὶ τὸ Καπιτώλιον καὶ πολλοὺς ἄλλους ἰδίους τε καὶ δημοσίους τόπους, χιτῶνας ποικίλους χαλκαῖς μίτραις κατεζωσμένοι καὶ τηβέννας ἐμπεπορπημένοι περιπορφύρους φοινικοπαρύφους, ἃς καλοῦσι τραβέας (ἔστι δ´ ἐπιχώριος αὕτη Ῥωμαίοις ἐσθὴς ἐν τοῖς πάνυ τιμία) καὶ τὰς καλουμένας ἀπίκας ἐπικείμενοι ταῖς κεφαλαῖς, πίλους ὑψηλοὺς εἰς σχῆμα συναγομένους κωνοειδές, ἃς Ἕλληνες προσαγορεύουσι κυρβασίας.

3. Παρέζωσται δ´ ἕκαστος αὐτῶν ξίφος καὶ τῇ μὲν δεξιᾷ χειρὶ λόγχην ἢ ῥάβδον ἤ τι τοιοῦθ´ ἕτερον κρατεῖ, τῇ δ´ εὐωνύμῳ κατέχει πέλτην Θρᾳκίαν· ἡ δ´ ἐστὶ ῥομβοειδεῖ θυρεῷ στενωτέρας ἔχοντι τὰς λαγόνας ἐμφερής, οἵας λέγονται φέρειν οἱ τὰ Κουρήτων παρ´ Ἕλλησιν ἐπιτελοῦντες ἱερά.

4. Καί εἰσιν οἱ σάλιοι κατὰ γοῦν τὴν ἐμὴν γνώμην Ἑλληνικῷ μεθερμηνευθέντες ὀνόματι Κουρῆτες, ὑφ´ ἡμῶν μὲν ἐπὶ τῆς ἡλικίας οὕτως ὠνομασμένοι παρὰ τοὺς κούρους, ὑπὸ δὲ Ῥωμαίων ἐπὶ τῆς συντόνου κινήσεως. Τὸ γὰρ ἐξάλλεσθαί τε καὶ πηδᾶν σαλῖρε ὑπ´ αὐτῶν λέγεται. ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας καὶ τοὺς ἄλλους ἅπαντας ὀρχηστάς, ἐπεὶ κἀν τούτοις πολὺ τὸ ἅλμα καὶ σκίρτημα ἔνεστι, παράγοντες ἀπὸ τῶν σαλίων τοὔνομα σαλτάτωρας καλοῦσιν.

5. Εἰ δὲ ὀρθῶς ὑπείληφα ταύτην αὐτοῖς τὴν προσηγορίαν ἀποδιδοὺς ἐκ τῶν γιγνομένων ὑπ´ αὐτῶν ὁ βουλόμενος συμβαλεῖ. Κινοῦνται γὰρ πρὸς αὐλὸν ἐν ῥυθμῷ τὰς ἐνοπλίους κινήσεις τοτὲ μὲν ὁμοῦ, τοτὲ δὲ παραλλὰξ καὶ πατρίους τινὰς ὕμνους ᾄδουσιν ἅμα ταῖς χορείαις. χορείαν δὲ καὶ κίνησιν ἐνόπλιον καὶ τὸν ἐν ταῖς ἀσπίσιν ἀποτελούμενον ὑπὸ τῶν ἐγχειριδίων ψόφον, εἴ τι δεῖ τοῖς ἀρχαίοις τεκμηριοῦσθαι λόγοις, Κουρῆτες ἦσαν οἱ πρῶτοι καταστησάμενοι. Τὸν δὲ περὶ αὐτῶν μῦθον οὐδὲν δέομαι πρὸς εἰδότας ὀλίγου δεῖν πάντας γράφειν.