Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/106

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων
ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·
ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.
τῆμος δ᾽ εὐκρινέες τ᾽ αὖραι καὶ πόντος ἀπήμων· 670
εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας
ἑλκέμεν ἐς πόντον φόρτον τ᾽ ἐς πάντα τίθεσθαι,
σπεύδειν δ᾽ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·
μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον
καὶ χειμῶν᾽ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας, 675
ὅστ᾽ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.
 Ἄλλος δ᾽ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·
ἦμος δὴ τὸ πρῶτον, ὅσον τ᾽ ἐπιβᾶσα κορώνη
ἴχνος ἐποίησεν, τόσσον πέταλ᾽ ἀνδρὶ φανείῃ 680
ἐν κράδῃ ἀκροτάτῃ, τότε δ᾽ ἄμβατός ἐστι θάλασσα·
εἰαρινὸς δ᾽ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε
αἴνημ᾽· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·
ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ
ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο· 685
χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
δεινὸν δ᾽ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σ᾽ ἄνωγα
φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.
μηδ᾽ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·
ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι. 690
δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.
δεινὸν δ᾽, εἴ κ᾽ ἐπ᾽ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας
ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.
μέτρα φυλάσσεσθαι· καιρὸς δ᾽ ἐπὶ πᾶσιν ἄριστος.


Ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι, 695
μήτε τριηκόντων ἐτέων μάλα πόλλ᾽ ἀπολείπων

52