Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/118

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD


Αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγ᾽ ὄνειαρ,
αἱ δ᾽ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.
ἄλλος δ᾽ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.
ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ. 825
τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα
εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,
ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.


ΟΡΝΙΘΟΜΑΝΤΕΙΑ


Proclus on Works and Days, 828. Τούτοις δὲ
ἐπαγουσί τινες τὴν Ὀρνιθομαντείαν ἅτινα
Ἀπολλώνιος ὁ Ρόδιος ἀθετεῖ.

64