Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/122

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

καλουμένας Ὑάδας. ὧν τὰ ὀνόματα Ἡσίοδος
ἐν τῇ Ἀστρικῇ αὐτοῦ βίβλῳ διδάσκει λέγων·
      Νύμφαι Χαρίτεσσιν ὁμοῖαι,[1]
  Φαισύλη ἡδὲ Κορωνὶς ἐυστέφανός τε Κλέεια
  Φαιώ θ' ἱμερόεσσα ἰδ' Ἐυδώρη τανύπεπλος,
  ἃς Ὑάδας καλέουσιν ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων.



3.

Pseudo-Eratosthenes Catast. frag. 1.[2]

Ἄρκτος ἡ
μεγάλη] ταύτην Ἡσίοδος φησι Λυκάονος
θυγατέρα ἐν Ἀρκαδίᾳ οἰκεῖν, ἑσέλθαι δὲ μετὰ
Ἀρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς
ὄρεσι ποιεῖσθαι· φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι
λανθάνουσαν τὴν θεόν· φωραθῆναι δὲ ὕστερον
ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπ' αὐτῆς λουομένην·
ἐφ' ᾧ ὀργισθεῖσαν τὴν θεὸν ἀποθηριῶσαι
αὐτήν· καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν
κληθέντα Ἀρκάδα· οὖσαν δ' ἐν τῷ ὄρει θηρευθῆναι
ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ
τοῦ βρέφους τῷ Λυκάονι· μετὰ χρόνον δέ τινα
δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον [ἱερὸν]
ἀγνοήσασαν τὸν νόμον· ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ
διωκομένην καὶ τῶν Ἀρκάδων, καὶ ἀναιρεῖσθαι
μέλλουσαν διὰ τὸν εἰρημένον νόμον, ὁ Ζεὺς διὰ
τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς
ἄστροις αὐτὴν ἔθηκεν· Ἂρκτον δὲ αὐτὴν
ὠνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῇ σύμπτωμα.



Comm. Supplem. on Aratus, p. 547 M. 8. 

περὶ
τοῦ Βοώτου τοῦ καὶ Ἀρκτοφύλακος. περί τούτου

  1. This half verse is added by the Scholiast on Aratus, 172.
  2. The Catasterismi ("Placings among the Stars") is a collection of legends relating to the various constellations.
68