Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/124

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

λέγεται, ὅτι Ἀρκάς ἐστιν ὁ Καλλιστοῦς καὶ Διὸς
γεγονώς· ᾤκησε δὲ περὶ τὸ Λύκαιον. φθείραντος
αὐτὴν Διός, οὗ προσποιησάμενος ὁ Λυκάων, τὸν
Δία ἐξένιζεν, ὥς φησιν Ἡσίοδος, καὶ τὸ βρέφος
κατακόψας παρέθηκεν ἐπὶ τὴν τράπεζαν.



4.

Pseudo-Eratosthenes, Catast. fr. xxxii. 

Ὠρίων]
τοῦτον Ἡσίοδός φησιν Εὐρυάλης τῆς Μίνωος
καὶ Ποσειδῶνος εἶναι, δοθῆναι δὲ αὐτῷ δωρεὰν
ὥστε ἐπὶ τῶν κυμάτων πορεύεσθαι καθάπερ ἐπὶ
τῆς γῆς. ἐλθόντα δὲ αὐτὸν εἰς Χίον Μερόπην
τὴν Οἰνοπίωνος βιάσασθαι οἰνωθέντα, γνόντα
δὲ τὸν Οἰνοπίωνα καὶ χαλεπῶς ἐνεγκόντα τὴν
ὕβριν ἐκτυφλῶσαι αὐτὸν καὶ ἐκ τῆς χώρας
ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον ἀλητεύοντα
Ἡφαίστῳ συμμῖξαι· ὃς αὐτὸν ἐλεήσας δίδωσιν
αὐτῷ Κηδαλίωνα τὸν αὑτοῦ [οἰκεῖον] οἰκέτην, ὅπως
ὁδηγῇ· ὃν λαβὼν ἐπὶ τῶν ὤμων ἔφερε σημαίνοντα
τὰς ὁδούς· ἐλθὼν δ' ἐπὶ τὰς ἀνατολὰς καὶ Ἡλίῳ
συμμίξας δοκεῖ ὑγιασθῆναι καὶ οὕτως ἐπὶ τὸν
Οἰνοπίωνα ἐλθεῖν πάλιν, τιμωρίαν αὐτῷ ἐπιθήσων.
ὁ δὲ ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο.
ἀπελπίσας δὲ τὴν ἐκείνου ζήτησιν ἀπῆλθεν εἰς
Κρήτην καὶ περὶ τὰς θήρας διῆγε κυνηγετῶν
τῆς Ἀρτέμιδος παρούσης καὶ τῆς Λητοῦς, καὶ
δοκεῖ ἀπειλήσασθαι ὡς πᾶν θηρίον ἀνελεῖν τῶν
ἐπὶ τῆς γῆς γιγνομένων· θυμωθεῖσα δὲ αὐτῷ Γῆ
ἀνῆκε σκορπίον εὐμεγέθη, ὑφ' οὗ τῷ κέντρῳ
πληγεὶς ἀπώλετο· ὅθεν διὰ τὴν αὐτοῦ ἀνδρίαν
ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκεν ὁ Ζεὺς ὑπὸ Ἀρτέμιδος

70