Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/590

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

ΜΑΡΓΙΤΗΣ

1.

Suidas. Πιγρης· Κὰρ ἀπό Ἁλικαρνασσοῦ,
ἀδελφὸς Ἀρτεμισίας τῆς ἐν τοῖς πολέμοις
διαφανοῦς, Μαυσώλου γυναικός[1] ... ἔγραψε καὶ
τὸν εἰς Ὅμηρον ἀναφερόμενον Μαργίτην καὶ
Βατραχομυομαχίαν.

2.

Atilius Fortunatianus, p. 286, Keil.
ἧλθέ τις εἰς Κολοφῶνα γέρων καὶ θεῖος ἀοιδός,
Μουσάων θεράπων καὶ ἑκηβόλου Ἀπόλλωνος,
  φίλῃς ἔχων ἐν χερσὶν εὔφθογγον λύραν.

3.

Plato, Alcib. ii. p. 147 A.
πολλ' ἠπίστατο ἔργα, κακῶς δ' ἠπίστατο πάντα.
Aristotle, Nic. Eth. vi. 7, 1141.
τὸν δ' οὔτ' ἄρ' σκαπτῆρα θεοὶ θέσαν οὔτ' ἀροτῆρα
οὔτ' ἄλλως τι σοφὸν· πάσης δ' ἡμάρτανε τέχνης.

4.

Schol. on Aeschines in Ctes. § 160. Μαργίτην
φησὶν ἄνθρωπων γεγονέναι ὂς ἐτῶν πολλῶν
γενόμενος οὐκ ᾕδη ὅστις ἔτεκεν, πότερον
ὁ πατὴρ ἢ ἡ μήτηρ, τῇ δὲ γαμετῇ οὐκ ἐχρῆτο·

  1. This Artemisia, who distinguished herself at the battle of Salamis (Herodotus vii. 99) is here confused with the later Artemisia, the wife of Mausolus, who died 350 B.C.
536