APPENDIX
ΗΣΙΟΔΟΥ ΚΑΤΑΛΟΓΟΙ ΓΥΝΑΙΚΏΝ
19a .
Oxyrhynchus Papyri 1358
fr. 1
[ 1] (3rd cent.
a.d. ).
.................. ἐ]πέρησε δ' ἄρ' ἁλμυρὸν ὕδωρ
τηλόθεν εἱς Κρήτην,] Διὸς δμηθεῖσαι δόλοισι.
τήν ῥα λαθὼν ἥρπαξε] πατὴρ καὶ δῶρον ἔδωκεν
ὅρμον χρύσειον ὃν Ἥ]φαιστος κλυτοτέχνης
ποίησέν ποτ' ἄγαλμα ἰδυί]ῃσιν πραπίδεσσι 5
καὶ κτέανον πόρε πατρὶ] φέρων· ὁ δ' ἐδέξατο δῶρο[ν.
αὐτὸς δ' ἄρ δώκεν κούρῃ] Φοίνικ[ο]ς ἀγανοῦ.
αὐτὰρ ἐπεὶ οὕτω τ]ῆλε τανισφύρῳ Εὐρωπε[ί]η
μίχθη ῥ' ἐν φιλότητι] πατὴρ ἀνδρῶν τε θεῶ[ν τε,
αὖτις ἔπειτ' ἀπέβη νυ]μφῆς παρὰ καλλικόμ[οιο. 10
ἣ δ' ἄρα παῖδας ἔτικτ]εν ὑπερμεν'ει Κρον[ίωνι,
κυδαλίμους εὐηφε[νέων ἡγητορας ἀνδ[ρῶν
Μίνω τε κρείοντα] δίκαιόν τε Ῥαδάμαν[θυν
καὶ Σαρπηδόνα δῖον] ἀμύμονά τε κρατερ[όν τε.
τοῖσιν ἑὰς τιμὰς δι]εδ[ά]σσατο μητίεται Ζ[εύς. 15
ἧτοι ὁ μὲν Λυκίης εὐρ]είης ἶφι ἄνασσε
παμπολέας τ' ἴθυνε πό]λεις ἐῢ ναιετάωσας