Page:Stories in Attic Greek - Morice (1881).djvu/32

From Wikisource
Jump to navigation Jump to search
This page needs to be proofread.

EASY GREEK STORIES.

ANACHARSIS VISITS SOLON.

1. Σόλων ἦν συνετώτατος πάντων τῶν Ἀθηναίων, τὴν γὰρ σοφίαν αὐτου οὐ μόνον οἱ πολῖται ἐ-θαύμαζον, ἀλλὰ καὶ οἱ ἄλλοι Ἕλληνες πάντες, πολλοὶ δὲ καὶ τῶν βαρβάρων. ἀκούσας δὲ περὶ τούτων Σκύθης τις, ὀνόματι Ἀναχαρσις, ἐ-βουλεύτο δια-λέγεσθται τῷ Σόλωνι, ἔχων καὶ αὐτὸς δόξαν ἐν τῇ πατρίδι ὡς σοφὸς ὤν. πλεύσας οὖν εἰς τὰς Ἀθήνας ἔρχεται εὐθὺς ἐπὶ τὴν ἐκείνου οἰκίαν, λέγων ὅτι "ἄπωθεν ἥκει βοθλόμενος ποιεῖσθαι πρὸς ἐκεῖνον φιλίαν." ὑπο-λαμβάνει οὖν ὁ Σόλων "βέλτιον εἶναι ποιεῖσθαι φιλίας οἴκοι." ὁ δὲ Ἀνάχαρσις ἀπο-κρίνεται εὐθὺς, "οὐκοῦν δεῖ σὲ, οἴκοι ὄντα, ποιεῖσθαι πρὸς ἐμὲ φιλίαν." ἐ-γέλασε τοίνυν ὁ Σόλων, καὶ δέχεται τὸν ἄνθρωπον φιλικῶς.

SOLON'S LAWS

2. ὁ δὲ Σόλων ἐ-σπούδαζε τότε περὶ νομοθεσίας. ταῦτα οὖν ἀκούσας ὁ Ἀνάχαρσις ψέγει αὐτὸν διὰ ταύτην τὴν πραγματείαν, λέγων "τοὺς νόμους οὐδὲν δια-φέρειν τῶν ἀραχνίων. ἐκεῖνα μὲν γὰρ κατ-έχει τὰ σμικρὰ καὶ λεπτὰ τῶν ἁλισκομένων, δια-σχίζεται δὲ ὑπὸ τῶν ἰσχυρῶν καὶ παχέων. ὁι δὲ νόμοι ὁμοίως τοὺς μὲν πένητας