Page:A voyage to Abyssinia (Salt).djvu/359

From Wikisource
Jump to navigation Jump to search
There was a problem when proofreading this page.
MOCHA.
351

ȣ

As the inscriptions found at Adule by Cosmas have been alluded to particularly, both in this work and in my former observations, I have here inserted, in a note, a copy of them from the Bibliotheca of Fabricius.[1]

  1. Monumentum Adulitanum Ptolemæi Euergetæ.

    Βασιλεὺς μέγας Πτολεμαῖος; υἱὸς Βασιλέως Πτολεμαίȣ, καὶ Βασιλίσσης Ἀρσινόης, Θεῶν ἀδελφῶν τῶν Βασιλέων Πτολεμαιȣ, καὶ Βασιλίσσης Βερενίκης, Θεῶν Σωτήρων ἀπόγονος. Τὰ μὲν ἀπὸ πατρὸς, Ἡρακλέος, τοῦ Διός. τὰ δὲ ἀπὸ μητρὸς, Διονύσȣ τοῦ Διὸς. Παραλαβὼν παρὰ τοῦ Πατρὸς τὴν Βασιλείαν Ἀιγύπτȣ· καὶ Λιβȣης· καὶ Συρίας· καὶ Φοίνικης· καὶ Κύπρȣ· καὶ Λυκίας, καὶ Καρίας καὶ τῶν Κυκλάδων νήσων· ἐξεϛράτευσεν εἰς τήν Ἀσίαν, μετὰ δυνάμεων πεζικῶν, καὶ ἱππικῶν καὶ ναυτικοῦ ϛόλȣ· καὶ ἐλεφάντων Τρωγλοδυτικῶν, καὶ Ἀιθιωπικῶν, οὓς ὅ, τε πατὴρ καὶ αὐτὸς πρῶτος ἐκ τῶν χωρῶν τούτων ἐθήρευσαν, καὶ καταγαγόντες εἰς Ἄιγυπτον κατεσκέυασαν πρὸς τὴν πολεμικὴν χρείαν. Κυριεύσας δὲ τῆς τε ἐντὸς Εὐφράτου χώρας πάσης, καὶ Κιλικίας καὶ Παμφυλίας καὶ Ἰωνίας καὶ τοῦ Ἑλλησπόντου καὶ Θρᾴκης καὶ τῶν δυνάμεων τῶν ἐν ταῖς χώραις ταύταις πασῶν καὶ ἐλεφάντων ἰνδικῶν, καὶ τοὺς μονάρχους τοὺς ἐν τοῖς τόποις πάντας ὑπηκόους καταστήσας, διέβη τὸν Εὐφράτην ποταμὸν καί, τὴν Μεσοποταμίαν καὶ Βαβυλωνίαν καὶ Σουσιάνην καὶ Περσίδα καὶ Μηδείαν καὶ τὴν λοιπὴν πᾶσαν ἕως Βακτριανῆς ὑφ' ἑαυτῷ ποιησάμενος καὶ ἀναζητήσας ὅσα ὑπὸ τῶν Περσῶν ἱερὰ ἐξ Αἰγύπτου ἐξήχθη καὶ ἀνακομίσας μετὰ τῆς ἄλλης γάζης τῆς ἀπὸ τῶν τόπων εἰς Αἴγυπτον, δυνάμεις ἀπέστειλε διὰ τῶν ὀρυχθέντων ποταμῶν

    Monumenturn Adulitanum Regis Æthiopum.

    Μεθ’ ἃ ἀνδρειώσας τὰ μὲν ἔγγιστα τοῦ βασιλείου ἔθνη εἰρηνεύεσθαι κελεύσας, ἐπολέμησα καὶ ὑπέταξα μάχαις τὰ ὑπογεγραμμένα ἔθνη· Γάζη ἔθνος ἐπολέμησα, ἔπειτα Ἄγαμε καὶ Σιγύηνε νικήσας τὴν ἡμίσειαν πάντων τῶν παρ' αὐτοῖς καὶ αὐτῶν ἐμερισάμην. Αὔα καὶ Ζινγαβηνὲ καὶ Ἀγγαβὲ καὶ Τιάμαα καὶ Ἀθαγαοὺς καὶ Καλαὰ καὶ Σαμῆνε ἔθνος πέραν τοῦ Νείλου ἐν δυσβάτοις καὶ χιονώδεσι ὄρεσιν οἰκοῦντας, ἐν οἷς διὰ παντὸς νιφετοὶ καὶ κρύη καὶ χιόνες βαθεῖαι, ὡς μέχρι γονάτων καταδύειν τὸν ἄνδρα, τὸν ποταμὸν διαβὰς ὑπέταξα, ἔπειτα Λασινὲ καὶ Ζαὰ καὶ Γαβαλὰ οἰκοῦντας παρ' ὄρεει θερμῶν ὑδάτων βλύοντι καὶ καταρρύτῳ. Ἀταλμῶ καὶ Βεγὰ καὶ τὰ σὺν αὐτοῖς ἔθνη πάντα Ταγγαϊτῶν, τὰ μέχρι τῶν τῆς Αἰγύπτου ὁρίων οἰκοῦντα, ὑποτάξας πεζεύεσθαι ἐποίησα τὴν ὁδὸν ἀπὸ τῶν τῆς ἐμῆς βασιλείας τόπων μέχρι Αἰγύπτου, ἔπειτα Ἀννήνε καὶ Μετίνε ἐν ἀποκρήμνοις οἰκοῦντας ὄρεσι. Σεσέα ἔθνος ἐπολέμησα, οὓς καὶ μέγιστον καὶ δυσβατώτατον ὄρος ἀνελθόντας περιφρουρήσας κατήγαγον, καὶ ἀπελεξάμην ἐμαυτῷ τούς τε νέους αὐτῶν καὶ γυναῖκας καὶ παῖδας καὶ παρθένους καὶ πᾶσαν τὴν ὑπάρχουσαν αὐτοῖς κτῆσιν. Ῥαυσῶ ἔθνη μεσόγεια λιβανωτοφόρων βαρβάρων οἰκοῦντα ἐντὸς πεδίων μεγάλων ἀνύδρων, καὶ Σολάτε ἔθνος ὑπέταξα, οἷς καὶ τοὺς αἰγιαλοὺς τῆς θαλάσσης φυλάσσειν ἐκέλευσα. Ταῦτα δὲ πάντα τὰ ἔθνη ὄρεσιν ἰσχυροῖς πεφρουρημένα αὐτὸς ἐγὼ ἐν ταῖς μάχαις παρὼν νικήσας καὶ ὑποτάξας, ἐχαρισάμην αὐτοῖς πάσας τὰς χώρας ἐπὶ φόροις. Ἄλλα δὲ πλεῖστα ἔθνη ἑκόντα ὑπετάγη μοι ἐπὶ φόροις. Καὶ πέραν δὲ τῆς Ἐρυθρᾶς θαλάσσης οἰκοῦντας Ἀραβίτας καὶ Κιναιδοκολπίτας, στράτευμα ναυτικὸν καὶ πεζικὸν διαπεμψάμενος, καὶ ὑποτάξας αὐτῶν τοὺς Βα-