Page:A Greek boy at home (1909).djvu/15

From Wikisource
Jump to navigation Jump to search
This page needs to be proofread.

I

Preliminary

Read pp. 1-4 of Rouse's First Greek Course, and practise the alphabet as on p. 4.

The grammar for ch. II is found on pp. 4-6, with the pronouns p. 13 and εἰμί p. 10.

For the other exercises see the corresponding number in the First Greek Course'. Those with Arabic numerals assume a knowledge of the whole grammar.

II
ΟΣΤΙΣ ΕΙΜΙ ΕΓΩ

ἐγὼ μέν εἰμι παιδίον Ἑλληνικόν, οἱκῶ δ᾽ ἐν ἀγροῖς. ἐνταῦθα γὰρ ἐν τοῖς ἀγροῖς γεωργός τις Θράσυλλός ἐστιν, ὅς γεωργεῖ καὶ ἔχει χωρίον. ἆρ᾽ ἐρωτᾷς, τίς μέν ἐγὠ, τίς δ᾽ ὁ Θράσυλλος; λέγω δή. τέκνον γάρ εἰμι ἐγὼ τοῦ Θρασύλλου. καὶ μὴν ἄλλα γε ἔχει τέκνα ὁ Θράσυλλος· καὶ γὰρ ἐγώ εἰμι τέκνον αὐτοῦ, καὶ ἔχω ἀδελφόν τε καὶ ἀδελφήν· ὀνομάζουσι δ᾽ ἐμὲ μὲν Θρασύμαχον, τὸν δ᾽ ἀδελφὸν ὀνομάζοθσιν Θρασύστομον, τὴν δ᾽ ἀδελφὴν Ἑλένην ὀνομάζουσιν. ἐσμὲν οὖν τέκνα τοῦ Θρασύλλου, ἐσμὲν δὲ καὶ τῆς Εὐρυδίκης τέκνα.

ποῦ δ᾽ οἰκοῦμεν; ὅπου; ἔστι δὴ χωρίον ἐν ἀγροῖς, καὶ ἐν τῷ χωρίῳ οἰκία· ἡμεῖς μὲν οἰκοῦμεν ἐν τῇ οἰκίᾳ, ὁ δὲ Θράσυλλος γεωργεῖ ἐν τῷ χωρίῳ. ἆρ᾽ ἐρωτᾷς, τί ἐστι χωρίον; ἆρ᾽ οὐ δῆλον; ὁ γεωργὸς