Page:Didache Hoole.djvu/18

From Wikisource
Jump to navigation Jump to search
This page has been validated.
xvi
INTRODUCTION

fragment of Papias,[1] so that it might almost be conjectured that a portion of the Λογῶν Κυριακῶν Ἐξήγησις of Papias was contained in the Judicium Petri, which would thus carry the source of the Teaching of the Apostles almost to the Apostolic period. The text of Hilgenfeld has been given, who cites three manuscripts of the work: Vindobonensis, Mosquensis, Ottobonianus. There is also a Syriac version.

  1. 3. Οὐκ ὀκνήσω δέ σοι καὶ ὅσα ποτὲ παρὰ τῶν πρεσβυτέρων καλῶς ἔμαθον καὶ καλῶς ἐμνημόνευσα, συγκατατάξαι ταῖς ἑρμηείαις, διαβεβαιούμενος, ὑπὲρ αὐτῶν ἀλήθειαν. οὐ γὰρ τοῖς τὰ πλλὰ λέγουσιν ἔχαιρον ὥσπερ οἱ πολλοί, ἀλλὰ τοῖς τἀληθῆ διδάσκουσιν, οὐδὲ τοῖς τὰς ἀλλοτρίας ἐντολὰς μνημονεύουσιν, ἀλλὰ τοῖς τὰς παρὰ τοῦ Κυρίου τῇ πίστει δεδομένας καὶ ἀπ’ αὐτῆς παραγινομένοις τῆς ἀληθείας. 4. Εἰ δέ που καὶ παρηκολουθηκώς τις τοῖς πρεσβυτέροις ἔλθοι, τοὺς τῶν πρεσβυτέρων ἀνέκρινον λόγους· τί Ἀνδρέας ἢ τί Πέτρος εἶπεν ἢ τί Φίλιππος ἢ τί Θωμᾶς ἢ Ἰάκωβος ἢ τί Ἰωάννης ἢ Ματθαῖος ἤ τις ἕτερος τῶν τοῦ Κυρίου μαθητῶν, ἅ τε Ἀριστίων καὶ ὁ πρεσβύτερος Ἰωάννης, οἱ τοῦ Κυρίου μαθηταί, λέγουσιν. οὐ γὰρ τὰ ἐκ τῶν βιβλίων τοσοῦτόν με ὠφελεῖν ὑπελάμβανον, ὅσον τὰ παρὰ ζώσης φωνῆς καὶ μενούσης.—Papias, Frag. 1; Euseb. H.E. iii. 39.

    7. Καὶ ὁ νῦν δὲ ἡμῖν δηλούμενος Παπίας τοὺς μὲν τῶν ἀποστόλων λὸγους παρὰ τῶν αὐτοῖς παρηκολουθηκότων ὁμολογεῖ παρειληφέναι, Ἀριστίωνος δὲ καὶ τοῦ πρεσβυτέρου Ἰωάννου αὐτήκοον ἑαυτόν φησι γενέσθαι. Ὀνομαστὶ γοῦν πολλάκις αὐτῶν μνημονέσας, ἐν τοῖς αὐτοῦ συγγράμμασι τίθησιν αὐτῶν καὶ παραδόσεις. Καὶ ταῦτα δ’ ἡμῖν οὐκ εἰς τὸ ἄχρηστον εἰρήσθω.—Euseb. H. E. iii. 39.

    Papias, Iohannis auditor, Hierapolitanus in Asia episcopus, quinque tantum scripsit volumina, quæ prænotavit Explanatio Sermonum Domini. In quibus quum se in præfatione asserat non varias opiniones sequi, sed apostolos habere auctores, ait: Considerabam, quid Andreas, quid Petrus dixissent, quid Philippus, quid Thomas, quid Iacobus, quid Iohannes, quid Matthæus, vel alius quilibet discipulorum Domini.—Cf. Jerome de Vir. Ill. c. xviii. p. 82.