Page:Didache Hoole.djvu/27

From Wikisource
Jump to navigation Jump to search
This page has been validated.
INTRODUCTION
xxv


προφορᾶς τοῦ σώματος καὶ τοῦ αἵματος ἀκριβῶς μηνύσωομεν.

Ἰωάννης εἶπεν Ἐπελάθεσθε, ἀδελφοί. ὅτε ᾔτησεν ὁ διδάσκαλος τὸν ἄρτον καὶ τὸ ποτήριον καὶ ηὐλόγησεν αὐτὰ λέγων Τοῦτό ἐστι τὸ σῶμά μου καὶ τὸ αἷμα, ὅπ οὀκ ἐπέτρεψε ταύταις συστὴναι ἡμῖν. Μάρθα εἶπε Διὰ Μαριάμ ὅτι εἶδεν αὐτην μειδιῶσαν.[1] Μαρία εἶπεν Οὐκέτι ἐγέλασα· προέλεγε γὰρ ἡμῖν, ὅτε ἐδίδασκεν, ὅτι τὸ ἀσθενές διὰ τοῦ ἰσχυροῦ σωθήσεται.

Κεηφᾶς εἶπεν Ἐνίων μέμνησθε λεγόντων ὅτι ταῖς γυναιξὶ μὴ ὀρθαῖς πρέπει προσεύχεσθαι, ἀλλὰ ἐπὶ τῆς γῆς καθεζομέναις.

Ἰάκωβος εἶπε Πῶς οὖν δυνάμεθα περὶ γυναικῶν διακονίαν ὁρίσαι, εἰ μή τι διακονίας ἵνα ἐπισχήσωσι ταῖς ἐνδεομέναις;

Φιλιππος εἶμε Τοῦτο, ἀδελφοί, περὶ τῆς μεταδόσεως.) ὁ ποιῶν ἔργον ἑαυτῷ θησαυρὸν καλὸν περιποιεῖται· ὁ γὰρ θησαυρίζων ἐν τῇ βασιλείᾳ ἔγγραφος ἐργάτης λογισθήσεται παρὰ τῷ θεῷ.

Πέτρος εἶπε· Ταῦτα, ἀδελφοί, οὐχ ὡς ἐξουσίαν τινὸς ἔχοντες πρὸς ἀνάγκην, ἀλλ’ ἐπιταγὴν ἔχοντες παρὰ κυρίου ἐρωτῶμεν ὑμᾶς φυλάξαι τὰς ἐντολάς, μηδὲν ἀφαιροῦντας ἢ προστιθέντας, τῷ ὀνόματι κυρίου ἡμῶν, ῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Next follows the seventh book of the "Apostolic Constitutions," composed most likely about 250 a.d. In chapters i.–xxxii, is contained nearly the whole of the Didache of Bryennius, only more complete in form,

  1. Matt. xxvi. 26 sq.