Page:Didache Hoole.djvu/29

From Wikisource
Jump to navigation Jump to search
This page has been validated.
INTRODUCTION
xxvii

Κεφ. 1. Τοῦ νομοθέτου Μωσέως εἰρηκότος τοῖς Ἰσραηλίταις· Ἰδοὺ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου, καὶ ἐπιφέροντος Ἔκλεξει τὴν ζωὴν ἵνα ζὴσῃς· καὶ τοῦ προφήτου Ἠλία λέγοντος τῷ λαῷ Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; εἰ Θεός ἐστι Κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰκότως ἔλεγε καὶ ὁ κύριος Ἰησοῦς Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· εἰ γὰρ τὸν ἔνα μισήσει καὶ τὸν ἕτερεον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· ἀναγκαίως καὶ ἡμεῖς ἑπόμενοι τῷ διδασκάλῳ Χριστῷ, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν, φαμὲν ὡς δύο ὁδοί εἰσι, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου. Οὐδεμίαν δὲ σύγκρισιν ἔχουσι πρὸς ἑαυτὰς (πολὺ γὰρ τὸ διάφορον), μᾶλλον δὲ πάντῃ κεχωρισμέναι τυγχάνουσι· καὶ φυσικὴ μέν ἐστιν ἡ τῆς ζωῆς ὁδός, ἐπείσακτος δὲ ἡ τοῦ θανάτου, οὐ τοῦ κατὰ γνώμην Θεοῦ ὑπάρξαντος, ἀλλὰ τοῦ ἐξ ἐπιβουλῆς τοῦ ἀλλοτρίου.

Κεφ. 2. Πρώτη οὖν τυγχάνει ἡ ὁδὸς τῆς ζωῆς καὶ ἔστιν αὕτη, ἥν καὶ ὁ νόμος διαγορεύει, ἀγαπᾶν κύριον τὸν Θεὸν ἐξ ὅλης τῆς ψυχῆς, τὸν ἕνα καὶ μόνον, παρ’ ὃν ἄλλος οὐκ ἔστι, καὶ τὸν πλησίον ὡς ἑαυτόν. Καὶ πᾶν ὃ μὴ θὲλεις γενέσθαι σοι, καὶ σὺ τοῦτο ἄλλῳ οὐ ποιήσεις. Εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ἀγαπᾶτε τοὺς ἑχθροὺς ὑμῶν. Ποία γὰρ ὑμῖν χάρις, ἐὰν φιλῆτε τοὺς φιλοῦντας ὑμᾶς; καὶ γὰρ οἱ ἐθνικοὶ

    book not having been known until the discovery of the manuscript at Constantinople, all the previous conjectures as to the nature and contents of the lost work having been entirely incorrect.