Page:Didache Hoole.djvu/49

From Wikisource
Jump to navigation Jump to search
There was a problem when proofreading this page.

( 47 )

Διδαχὴ Κυρίου διὰ τῶν δώδεκα ἀποστόλων τοῖς ἔθνεσιν.

The passages marked in brackets [ ] are not found in any of the preceding works.

I. Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου, διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν.

2. Ἡ μὲν οὖν ὁδὸς τῆς ζωῆς ἐστὶν αὕτη· πρῶτον ἀγαπήσεις τὸν θεὸν τὸν ποιήσαντά σε, δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν.[1] Πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαι σοι, καὶ σὺ ἄλλῳ μὴ ποίει.[2] 3. Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη. Εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν, νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑμᾶς.[3] Ποία γὰρ χάρις, ἐὰν ἀγαπηᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς; οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν; ὑμεῖς δὲ ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς καὶ οὐχ ἕξετε ἐχθρόν. 4. Ἀπέχου τῶν σαρκικῶν καὶ σωματικῶν ἐπιθυμιῶν. ἐάν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην καὶ ἔσῃ τέλειος· ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο· ἐὰν ᾄρη τις τὸ ἱμάτιόν σου, δὸς αὐτῷ καὶ τὸν χιτῶνα..[4] ἐὰν λάβη τις ἀπό σου τὸ σόν, μὴ ἀπαίτει·
  1. Matt. xxii. 40.
  2. Tob. iv. 15.
  3. Luke vi. 28, 32
  4. Matt. v. 39 sq.