Page:Dio's Roman History, tr. Cary - Volume 5.djvu/16

From Wikisource
Jump to navigation Jump to search
This page needs to be proofread.

DIO’S ROMAN HISTORY

καὶ προσέτι καὶ ἐμοῦ διαβόλως ἐμνημόνευσεν, ὡς οὐκ ἂν ἄλλως τὴν ἑαυτοῦ δεινότητα διαδείξας εἰ μή τινας ἀνέδην[1] προπηλακίσειε, 3 προσήκει καὶ ἐμοὶ τὰ μὲν ἀπολύσασθαι τὰ δὲ ἀνταιτιάσασθαι, ἵνα μήτε τοῦτον ἥ τε οἰκεία θρασύτης ἀντιλογίας ἁμαρτοῦσα καὶ ἡ ἐμὴ σιωπὴ πονηροῦ συνειδότος ὑποψίαν λαβοῦσα ὠφελήσῃ, μήθ’ ὑμεῖς ἀπατηθέντες ὑφ’ ὧν εἶπεν χεῖρου βουλεύσησθε, τὴν ἰδίαν αὐτοῦ πρὸς τὸν Ἀντώνιον ὀργὴν ἀντὶ τῶν κοινῇ συμφερόντων ἀντικαταλλαξάμενοι. 2 οὐδὲ γὰρ ἄλλο γε οὐδὲν διαπρᾶξαι βούλεται ἢ ἵνα ἡμεῖς, τὸ τὰ ἀσφαλέστατα τῷ κοινῷ προϊδεῖν ἀφέντες, στασιάσωμεν αὖθις. τοῦτο γὰρ οὐ νῦν πρῶτον ποιεῖ, ἀλλὰ ἀπ’ ἀρχῆς, ἀφ’ οὗπερ πρὸς τὴν πολιτείαν προσῆλθεν, ἄνω καὶ κάτω ταράττων διατετέλεκεν. 2 ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ τόν τε Καίσαρα τῷ Πομπηίῳ συγκρούσας καὶ τὸν Πομπήιον τῷ Καίσαρι καταλλαγῆναι κωλύσας; ὁ πείσας μὲν ὑμᾶς ἐκεῖνα κατὰ Ἀντωνίου ψηφίσασθαι δι’ ὧν παρώξυνε τὸν Καίσαρα, πείσας δὲ τὸν Πομπήιον τήν τε Ἰταλίαν ἐκλιπεῖν καὶ ἐς τὴν Μακεδονίαν μετοικῆσαι; 3 ὅπερ που αἰτιώτατον πάντων τῶν μετὰ ταῦτα συμβάντων ἡμῖν κακῶν ἐγένετο. οὐχ οὗτος ἐστιν ὁ τόν τε Κλώδιον διὰ Μίλωνος ἀποκτείνας καὶ τὸν Καίσαρα διὰ Βρούτου φονεύσας; ὁ τόν τε Κατιλίναν ἐκπολεμώσας ἡμῖν καὶ τὸν Λέντουλον ἄκριτον ἀπολέσας; 3 ὅθεν ἔγωγε καὶ πάνυ ἂν ὑμῶν θαυμάσαιμι, εἰ τότε ἐπ’ ἐκείνοις μεταγνόντες καὶ δίκην παρ’ αὐτοῦ λαβόντες, εἶτα καὶ νῦν ὅμοια

  1. ἀνέδην Bk., ἀναίδην LM.