Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/214

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

8.

Scholiast on Apollonius Rhodius Arg. iv. 57. τὸν
δὲ Ἐνδυμίωνα Ἡσίοδος μὲν Ἀεθλίου τοῦ Διὸς
καὶ Καλύκης, παρὰ Διὸς εἰληφότα τὸ δῶρον
 ἲν δ’ αὐτῷ θανάτου ταμίης ὄτε μἐλλοι ὀλέσθαι.

9.

Scholiast Ven. on Homer, Il. xi. 750. Ἀκτορίωνε
Μολίονε. ... Ἡσίοδος Ἄκτορος κατ’ ἐπίκλησιν
καὶ Μολιόνης αὐτοὺς γεγενεαλόγηκεν γόνῳ δὲ
Ποσειδῶνος.

Porphyrius, Quaest. Hom. ad Ilaid. pert., 265.
Ἀρίσταρχος δὲ διδύμους ἀκούει οὐχ ... οἷοι ἦσαν
καὶ οἱ Διόσκουροι, ἀλλὰ τοὺς διφυεῖς, δύω ἔχοντας
σώματα, Ἡσιόδῳ μάρτυρι χρώμενος, καὶ τοὺς
συμπεφυκότας ἀλλήλοις.

10.

Scholiast on Apollonius Rhodius, Arg. i. 156.
Ἡσίοδος δὲ μεταβληθέντα εἴς τινα τῶν συνήθων
μορφῶν ἐπικαθεσθῆναι τῷ ὀμφαλῷ τοῦ ζυγοῦ τῶν
Ἡρακλέους ἵππων, βουλόμενον εἰς μάχην
καταστῆναι τῷ ἥρωι, τὸν δὲ Ἡρακλέα καιρίως αὐτὸν
κατατοξεῦσαι τῆς Ἀθηνᾶς ὑποδειξάσης. φησὶ δὲ
οὕτως·
Περικλύμενόν τ’ ἀγέρωχον
 ὄλβιον, ᾧ πόρε δῶρα Ποσειδάων ἐνοσίχθων
 παντοῖ’· ἄλλοτε μὲν γὰρ ἐν ὀρνίθεσσι φάνεσκεν
 αἰετός, ἄλλοτε δ’ αὖτε πελέσκετο, θαῦμα ἰδέσθαι,
 μύρμηξ, ἄλλοτε δ’ αὖτε μελισσέων ἀγλαὰ φῦλα,
 ἄλλοτε δ’ αἰνὸς ὄφις καὶ ἀμείλιχος. εἶχε δὲ δῶρα

160