Strassburg Greek Papyri 55 (2nd cent. A.D.).
Φθίην ἐξίκετο, μητέρα μήλων,
πολλά κ]τήματ' ἄγων ἐξ εὐρυχόρου Ἰαωλκοῦ
Πηλεὺς] Αἰακίδης, φίλος ἀθανάτοισι θεοῖσιν,
λαοῖσιν] δὲ ἰδοῦσιν ἀγαίετο θυμὸς ἅπασιν,
ὥς τε πό]λιν ἀλάπαξεν ἐύκτιτον ὤς τ' ἐτέλεσσεν 5
ἱμερόεντα γά[μον· καὶ τοῦτ' ἔπος εἶπαν ἄπαντες·
Τρὶς μάκαρ Αἰακίδη καὶ τετράκις, ὄλβιε Πηλεῦ,
ᾧ τ' ἄλοχον πολύ]δωρον Ὀλύμπιος εὐρύοπα Ζεὺς
ὤπασεν ἡδὲ γάμον μ]άκαρες θεοὶ ἐξετέλεσσαν,
ὃς τοῖσδ' ἐν μεγάροις ἱερὸν λέχος εἰσαναβαίνεις[1] 10
Νηρεΐδος· μάλα δὴ σε πα]τὴρ ποίησε Κρονίων
ἔξοχον ἡρώων περί] τ' ἄλλων ἀλφηστάων
τιμήεντ' ἀνδρν, χθονὸ]ς ὅ[σσοι καρ]πὸν ἔδουσιν.
Origen, Against Celsus, iv. 79.
ξυναὶ γὰρ τότε δαῖνες ἔσαν, ξυνοὶ δὲ θόωκοι
ἀθανάτοισι θεοῖσι καταθνητοῖς τ' ἀνθρώποις.