ποδῶν ἀρετὴν συναμιλλᾶσθαι τοῖς ἀνέμοις, ἐπί τε
τῶν ἀσταχύων διέρχεσθαι ... ἡ δὲ ἱστορία παρ᾿
Ἡσιόδῳ
ἄκρον ἐπ᾿ ἀνθερίκων καρπὸν θέεν οὐδὲ κατέκλα,
ἀλλ᾿ ἐπὶ πυραμίνων ἀθέρων δρομάασκε πόδεσσιν
καὶ οὐ σινέσκετο καρπόν.
Choeroboscus,[1] i. 123, 22 H.
ἣ δὲ Θόαν τέκεν υἱόν.
Eustathius, Hom. l623. 44. τὸν δὲ Μάρωνα ...
οὗ τὸν πατέρα Ἐυάνθην Ἡσίοδος Οἰνοπίωνός,
φασιν, ἱστορεῖ υἱοῦ Διονύσου.
Athenaeus x. 428 B.C.
οἷα Διώνυσος δῶκ᾿ ἀνδράσι χάρμα καὶ ἄχθος.
ὅστις ἄδην πίνῃ, οἶνος δέ οἱ ἔπλετο μάργος,
σὺν δὲ πόδας χεῖράς τε δέει γλῶσσάν τε νόον τε
δεσμοῖς ἀφράστοισι· φιλεῖ δέ ἑ μαλθακὸς ὕπνος.
Strabo ix. p. 442.
Ἢ οἵη Δίδυμους ἱεροὺς ναίουσα κολωνοὺς
Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἄντ᾿ Ἀμύροιο
νίψατο Βοιβίαδος λίμνης πόδα παρθένος ἀδμής.
Schol. on Pindar, Pyth. iii. 48.
τῷ μὲν ἄρ' ἄγγελος ἦλθε κόραξ ἱερῆς ἀπὸ δαιτὸς
Πυθὼ ἐς ἠγαθέην, φράσσεν δ' ἄρα ἔργ' ἀίδηλα
|