Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/290

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,
Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,
ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ 225
χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος
κεῖτ᾽ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετ᾽ αὐτὸν
Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο 230
ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε
δοιὼ ἀπῃωρεῦντ᾽ ἐπικυρτώοντε κάρηνα.
λίχμαζον δ᾽ ἄρα τώ γε· μένει δ᾽ ἐχάρασσον ὀδόντας
ἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοις 236
Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δ᾽ ὑπὲρ αὐτέων
ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχε᾽ ἔχοντες,
τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων
λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες. 240
πολλοὶ μὲν κέατο, πλέονες δ᾽ ἔτι δῆριν ἔχοντες
μάρνανθ᾽· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
χαλκέων ὀξὺ βόων, κατὰ δ᾽ ἐδρύπτοντο παρειάς,
ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.
ἄνδρες δ᾽, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν,  245
ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι
χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
δειδιότες· τοὶ δ᾽ αὖτε μάχην ἔχον. αἳ δὲ μετ᾽ αὐτοὺς
Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,
δεινωπαὶ βλοσυραί τε δαφοιναί τ᾽ ἄπληταί τε 250
δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δ᾽ ἄρ᾽ ἵεντο
αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν

236