Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/380

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.
THE HOMERIC HYMNS

Πῶς τ’ ἄρ σ’ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ’ ἀοιδῆς,
20
ἠμὲν ἀν’ ἤπειρον πορτιτρόφον ἠδ’ ἀνὰ νήσους·
πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων ποταμοί θ’ ἅλαδε προρέοντες,
ἀκταί τ’ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,
25
κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν.
ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
ὅσσους Κρήτη τ’ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν
30
νῆσός τ’ Αἰγίνη ναυσικλειτή τ’ Εὔβοια,
Αἰγαί τ’ Εἰρεσίαι
[1] τε καὶ ἀγχιάλη Πεπάρηθος
Θρηίκιός τ’ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
Θρηικίη τε Σάμος Ἴδης τ’ ὄρεα σκιόεντα,
Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπὺ,
35
Ἴμβρος τ’ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
Λέσβος τ’ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,
καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ
40
καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ’ αἰπεινὰ κάρηνα
Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,
καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
Νάξος τ’ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
τόσσον ἔπ’ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,
45
εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
αἳ δὲ μάλ’ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη
Φοῖβον δέξασθαι καὶ πιοτέρη περ ἐοῦσα·

  1. 1 Ruhnken: τ’ Εἰρεσίαι, MSS.
326